Romans 13

CHAPTER 13

Submission to Authorities

πάσα ψυχή εξουσίαις υπερεχούσαις υποτασσέσθω ου γαρ εστιν εξουσία ει μη από θεού αι δε ούσαι εξουσίαι υπό του θεού τεταγμέναι εισίν ώστε ο αντιτασσόμενος τη εξουσία τη του θεού διαταγή ανθέστηκεν οι δε ανθεστηκότες εαυτοίς κρίμα λήψονται οι γαρ άρχοντες ουκ εισί φόβος των αγαθών έργων αλλά των κακών θέλεις δε μη φοβείσθαι την εξουσίαν το αγαθόν ποίει και έξεις έπαινον εξ αυτής θεού γαρ διάκονός εστί σοι εις το αγαθόν εάν δε το κακόν ποιής φοβού ου γαρ εική την μάχαιραν φορεί θεού γαρ διάκονός εστίν εκδίκος εις οργήν τω το κακόν πράσσοντι διό ανάγκη υποτάσσεσθαι ου μόνον διά την οργήν αλλά και διά την συνείδησιν διά τούτο γαρ και φόρους τελείτε λειτουργοί γαρ θεού εισιν εις αυτό τούτο προσκαρτερούντες απόδοτε ούν πάσι τας οφειλάς τω τον φόρον τον φόρον τω το τέλος το τέλος τω τον φόβον τον φόβον τω την τιμήν την τιμήν μηδενί μηδέν οφείλετε ει μη το αγαπάν αλλήλους ο γαρ αγαπών τον έτερον νόμον πεπλήρωκεν το γαρ ου μοιχεύσεις ου φονεύσεις ου κλέψεις ουκ επιθυμήσεις και ει τις ετέρα εντολή εν τούτω τω λόγω ανακεφαλαιούται εν τω αγαπήσεις τον πλησίον σου ως εαυτόν 10 η αγάπη τω πλησίον κακόν ουκ εργάζεται πλήρωμα ουν νόμου η αγάπη

Clothe on The Lord Jesus Christ

11 και τούτο ειδότες τον καιρόν ότι ώρα ημάς ήδη εξ ύπνου εγερθήναι νυν γαρ εγγύτερον ημών η σωτηρία η ότε επιστεύσαμεν 12 η νυξ προέκοψεν η δε ημέρα ήγγικεν αποθώμαθα ούν τα έργα του σκότους και ενδυσώμεθα τα όπλα του φωτός 13 ως εν ημέρα ευσχημόνως περιπατήσωμεν μη κώμοις και μέθαις μη κοίταις και ασελγείαις μη έριδι και ζήλω 14 αλλ΄ ενδύσασθε τον κύριον Ιησούν χριστόν και της σαρκός πρόνοιαν μη ποιείσθε εις επιθυμίας
Copyright information for ABPGRK