Romans 14

CHAPTER 14

Receive the Weak

τον δε ασθενούντα τη πίστει προσλαμβάνεσθε μη εις διακρίσεις διαλογισμών ος μεν πιστεύει φαγείν πάντα ο δε ασθενών λάχανα εσθίει ο εσθίων τον μη εσθίοντα μη εξουθενείτω και ο μη εσθίων τον εσθίοντα μη κρινέτω ο θεός γαρ αυτόν προσελάβετο συ τις ει ο κρίνων αλλότριον οικέτην τω ιδίω κυρίω στήκει η πίπτει σταθήσεται δε δυνατός γαρ εστιν ο θεός στήσαι αυτόν ος μεν κρίνει ημέραν παρ΄ ημέραν ος δε κρίνει πάσαν ημέραν έκαστος εν τω ιδίω νοϊ πληροφορείσθω ο φρονών την ημέραν κυρίω φρονεί και ο μη φρονών την ημέραν κυρίω ου φρονεί ο εσθίων κυρίω εσθίει ευχαριστεί γαρ τω θεώ και ο μη εσθίων κυρίω ουκ εσθίει και ευχαριστεί τω θεώ ουδείς γαρ ημών εαυτώ ζη και ουδείς εαυτώ αποθνήσκει εάν τε γαρ ζώμεν τω κυρίω ζώμεν εάν τε αποθνήσκωμεν τω κυρίω αποθνήσκομεν εάν τε ούν ζώμεν εάν τε αποθνήσκωμεν του κυρίου εσμέν εις τούτο γαρ χριστός και απέθανε και ανέστη και έζησεν ίνα και νεκρών και ζώντων κυριεύση 10 συ δε τι κρίνεις τον αδελφόν σου η και συ τι εξουθενείς τον αδελφόν σου πάντες γαρ παραστησόμεθα τω βήματι του χριστού 11 γέγραπται γαρ ζω εγώ λέγει κύριος ότι εμοί κάμψει παν γόνυ και πάσα γλώσσα εξομολογήσεται τω θεώ 12 άρα ούν έκαστος ημών περί εαυτού λόγον δώσει τω θεώ

The Law of Love

13 μηκέτι ούν αλλήλους κρίνωμεν αλλά τούτο κρίνατε μάλλον το μη τιθέναι πρόσκομμα τω αδελφώ η σκάνδαλον 14 οίδα και πέπεισμαι εν κυρίω Ιησού ότι ουδέν κοινόν δι΄ αυτού ει μη τω λογιζομένω τι κοινόν είναι εκείνω κοινόν 15 ει δε διά βρώμα ο αδελφός σου λυπείται ουκέτι κατά αγάπην περιπατείς μη τω βρώματί σου εκείνον απόλλυε υπέρ ου χριστός απέθανεν 16 μη βλασφημείσθω ούν υμών το αγαθόν 17 ου γαρ εστιν η βασιλεία του θεού βρώσις και πόσις αλλά δικαιοσύνη και ειρήνη και χαρά εν πνεύματι αγίω 18 ο γαρ εν τούτοις δουλεύων τω χριστώ ευάρεστος τω θεώ και δόκιμος τοις ανθρώποις 19 άρα ούν τα της ειρήνης διώκωμεν και τα της οικοδομής της εις αλλήλους 20 μη ένεκεν βρώματος κατάλυε το έργον του θεού πάντα μεν καθαρά αλλά κακόν τω ανθρώπω τω διά προσκόμματος εσθίοντι 21 καλόν το μη φαγείν κρέα μηδέ πιείν οίνον μηδέ εν ω ο αδελφός σου προσκόπτει η σκανδαλίζεται η ασθενεί 22 συ πίστιν έχεις κατά σεαυτόν έχε ενώπιον του θεού μακάριος ο μη κρίνων εαυτόν εν ω δοκιμάζει 23 ο δε διακρινόμενος εάν φάγη κατακέκριται ότι ουκ εκ πίστεως παν δε ο ουκ εκ πίστεως αμαρτία εστίν
Copyright information for ABPGRK