Romans 15

CHAPTER 15

Bear One Another's Weaknesses

1οφείλομεν δε ημείς οι δυνατοί τα ασθενήματα των αδυνάτων βαστάζειν και μη εαυτοίς αρέσκειν 2έκαστος γαρ ημών τω πλησίον αρεσκέτω εις το αγαθόν προς οικοδομήν 3και γαρ ο χριστός ουχ εαυτώ ήρεσεν αλλά καθώς γέγραπται οι ονειδισμοί των ονειδιζόντων σε επέπεσον επ΄ εμέ 4όσα γαρ προεγράφη εις την ημετέραν διδασκαλίαν προεγράφη ίνα διά της υπομονής και διά της παρακλήσεως των γραφών την ελπίδα έχωμεν 5ο δε θεός της υπομονής και της παρακλήσεως δώη υμίν το αυτό φρονείν εν αλλήλοις κατά χριστόν Ιησούν 6ίνα ομοθυμαδόν εν ενί στόματι δοξάζητε τον θεόν και πατέρα του κυρίου ημών Ιησού χριστού 7διό προσλαμβάνεσθε αλλήλους καθώς και ο χριστός προσελάβετο υμάς εις δόξαν θεού 8λέγω δε χριστόν Ιησούν διάκονον γεγενήσθαι περιτομής υπέρ αληθείας θεού εις το βεβαιώσαι τας επαγγελίας των πατέρων 9τα δε έθνη υπέρ ελέους δοξάσαι τον θεόν καθώς γέγραπται διά τούτο εξομολογήσομαί σοι εν έθνεσι και τω ονόματί σου ψαλώ 10και πάλιν λέγει ευφράνθητε έθνη μετά του λαού αυτού 11και πάλιν αινείτε τον κύριον πάντα τα έθνη και επαινέσατε αυτόν πάντες οι λαοί 12και πάλιν Ησαϊας λέγει έσται η ρίζα του Ιεσσαί και ο ανιστάμενος άρχειν εθνών επ΄ αυτώ έθνη ελπιούσι 13ο δε θεός της ελπίδος πληρώσαι υμάς πάσης χαράς και ειρήνης εν τω πιστεύειν εις το περισσεύειν υμάς εν τη ελπίδι εν δυνάμει πνεύματος αγίου

Ministry to the Nations

14πέπεισμαι δε αδελφοί μου και αυτός εγώ περί υμών ότι και αυτοί μεστοί εστε αγαθωσύνης πεπληρωμένοι πάσης γνώσεως δυνάμενοι και άλλους νουθετείν 15τολμηρότερον δε έγραψα υμίν αδελφοί από μέρους ως επαναμιμνήσκων υμάς διά την χάριν την δοθείσάν μοι υπό του θεού 16εις το είναί με λειτουργόν Ιησού χριστού εις τα έθνη ιερουργούντα το ευαγγέλιον του θεού ίνα γένηται η προσφορά των εθνών ευπρόσδεκτος ηγιασμένη εν πνεύματι αγίω 17έχω ούν καύχησιν εν χριστώ Ιησού τα προς τον θεόν 18ου γαρ τολμήσω λαλείν τι ων ου κατειργάσατο χριστός δι΄ εμού εις υπακοήν εθνών λόγω και έργω 19εν δυνάμει σημείων και τεράτων εν δυνάμει πνεύματος θεού ώστε με από Ιερουσαλήμ και κύκλω μέχρι του Ιλλυρικού πεπληρωκέναι το ευαγγέλιον του χριστού 20ούτω δε φιλοτιμούμενον ευαγγελίζεσθαι ουχ όπου ωνομάσθη χριστός ίνα μη επ΄ αλλότριον θεμέλιον οικοδομώ 21αλλά καθώς γέγραπται οις ουκ ανηγγέλη περί αυτού όψονται και οι ουκ ακηκόασι συνήσουσιν 22διό και ενεκοπτόμην τα πολλά του ελθείν προς υμάς 23νυνί δε μηκέτι τόπον έχων εν τοις κλίμασι τούτοις επιποθίαν δε έχων του ελθείν προς υμάς από πολλών ετών 24ως εάν πορεύωμαι εις την Σπανίαν ελεύσομαι προς υμάς ελπίζω γαρ διαπορευόμενος θεάσασθαι υμάς και υφ΄ υμών προπεμφθήναι εκεί εάν υμών πρώτον από μέρους εμπλησθώ 25νυνί δε πορεύομαι εις Ιερουσαλήμ διακονών τοις αγίοις 26ευδόκησαν γαρ Μακεδονία και Αχαϊα κοινωνίαν τινά ποιήσασθαι εις τους πτωχούς των αγίων των εν Ιερουσαλήμ 27ευδόκησαν γαρ και οφειλέται αυτών εισιν ει γαρ τοις πνευματικοίς αυτών εκοινώνησαν τα έθνη οφείλουσιν και εν τοις σαρκικοίς λειτουργήσαι αυτοίς 28τούτο ούν επιτελέσας και σφραγισάμενος αυτοίς τον καρπόν τούτον απελεύσομαι δι΄ υμών εις την Σπανίαν 29οίδα δε ότι ερχόμενος προς υμάς εν πληρώματι ευλογίας του ευαγγελίου του χριστού ελεύσομαι 30παρακαλώ δε υμάς αδελφοί διά του κυρίου ημών Ιησού χριστού και διά της αγάπης του πνεύματος συναγωνίσασθαί μοι εν ταις προσευχαίς υπέρ εμού προς τον θεόν 31ίνα ρυσθώ από των απειθούντων εν τη Ιουδαία και ίνα η διακονία μου η εις Ιερουσαλήμ ευπρόσδεκτος γένηται τοις αγίοις 32ίνα εν χαρά έλθω προς υμάς διά θελήματος θεού και συναναπαύσωμαι υμίν 33ο δε θεός της ειρήνης μετά πάντων υμών αμήν
Copyright information for ABPGRK