Romans 16

CHAPTER 16

Greeting to the Assembly

1συνίστημι δε υμίν Φοίβην την αδελφήν ημών ούσαν διάκονον της εκκλησίας της εν Κεγχρεαίς 2ίνα αυτήν προσδέξησθε εν κυρίω αξίως των αγίων και παραστήτε αυτή εν ω αν υμών χρήζη πράγματι και γαρ αύτη προστάτις πολλών εγενήθη και αυτού εμού 3ασπάσασθε Πρίσκιλλαν και Ακύλαν τους συνεργούς μου εν χριστώ Ιησού 4οίτινες υπέρ της ψυχής μου τον εαυτών τράχηλον υπέθηκαν οις ουκ εγώ μόνος ευχαριστώ αλλά και πάσαι αι εκκλησίαι των εθνών 5και την κατ΄ οίκον αυτών εκκλησίαν ασπάσασθε Επαινετόν τον αγαπητόν μου ος εστιν απαρχή της Αχαϊας εις χριστόν 6ασπάσασθε Μαριάμ ήτις πολλά εκοπίασεν εις ημάς 7ασπάσασθε Ανδρόνικον και Ιουνίαν τους συγγενείς μου και συναιχμαλώτους μου οίτινές εισιν επίσημοι εν τοις αποστόλοις οι και προ εμού γεγόνασιν εν χριστώ 8ασπάσασθε Αμπλίαν τον αγαπητόν μου εν κυρίω 9ασπάσασθε Ουρβανόν τον συνεργόν ημών εν χριστώ και Στάχην τον αγαπητόν μου 10ασπάσασθε Απελλήν τον δόκιμον εν χριστώ ασπάσασθε τους εκ των Αριστοβούλου 11ασπάσασθε Ηρωδίωνα τον συγγενή μου ασπάσασθε τους εκ των Ναρκίσσου τους όντας εν κυρίω 12ασπάσασθε Τρύφαιναν και Τρυφώσαν τας κοπιώσας εν κυρίω ασπάσασθε Περσίδα την αγαπητήν ήτις πολλά εκοπίασεν εν κυρίω 13ασπάσασθε Ρούφον τον εκλεκτόν εν κυρίω και την μητέρα αυτού και εμού 14ασπάσασθε Ασύγκριτον Φλέγοντα Ερμάν Πατρόβαν Ερμήν και τους συν αυτοίς αδελφούς 15ασπάσασθε Φιλολόγον και Ιουλίαν Νηρέαν και την αδελφήν αυτού και Ολυμπάν και τους συν αυτοίς πάντας αγίους 16ασπάσασθε αλλήλους εν φιλήματι αγίω ασπάζονται υμάς αι εκκλησίαι του χριστού

Paul's Appeal to the Brethren

17παρακαλώ δε υμάς αδελφοί σκοπείν τους τας διχοστασίας και τα σκάνδαλα παρά την διδαχήν ην υμείς εμάθετε ποιούντας και εκκλίνατε απ΄ αυτών 18οι γαρ τοιούτοι τω κυρίω ημών Ιησού χριστώ ου δουλεύουσιν αλλά τη εαυτών κοιλία και διά της χρηστολογίας και ευλογίας εξαπατώσι τας καρδίας των ακάκων 19η γαρ υμών υπακοή εις πάντας αφίκετο χαίρω ούν το εφ΄ υμίν θέλω δε υμάς σοφούς μεν είναι εις το αγαθόν ακεραίους δε εις το κακόν 20ο δε θεός της ειρήνης συντρίψει τον Σατανάν υπό τους πόδας υμών εν τάχει η χάρις του κυρίου ημών Ιησού χριστού μεθ΄ υμών

Greetings from the Assembly

21ασπάζονται υμάς Τιμόθεος ο συνεργός μου και Λούκιος και Ιάσων και Σωσίπατρος οι συγγενείς μου 22ασπάζομαι υμάς εγώ Τέρτιος ο γράψας την επιστολήν εν κυρίω 23ασπάζεται υμάς Γαϊος ο ξένος μου και της εκκλησίας όλης ασπάζεται υμάς Εραστος ο οικονόμος της πόλεως και Κούαρτος ο αδελφός 24η χάρις του κυρίου ημών Ιησού χριστού μετά πάντων υμών αμήν 25τω δε δυναμένω υμάς στηρίξαι κατά το ευαγγέλιόν μου και το κήρυγμα Ιησού χριστού κατά αποκάλυψιν μυστηρίου χρόνοις αιωνίοις σεσιγημένου 26φανερωθέντος δε νυν διά τε γραφών προφητικών κατ΄ επιταγήν του αιωνίου θεού εις υπακοήν πίστεως εις πάντα τα έθνη γνωρισθέντος 27μόνω σοφώ θεώ διά Ιησού χριστού ω η δόξα εις τους αιώνας αμήν
Copyright information for ABPGRK