Romans 2

CHAPTER 2

Judging Others

διό αναπολόγητος ει ω άνθρωπε πας ο κρίνων εν ω γαρ κρίνεις τον έτερον σεαυτόν κατακρίνεις τα γαρ αυτά πράσσεις ο κρίνων οίδαμεν δε ότι το κρίμα του θεού εστι κατά αλήθειαν επί τους τα τοιαύτα πράσσοντας λογίζη δε τούτο ω άνθρωπε ο κρίνων τους τα τοιαύτα πράσσοντας και ποιών αυτά ότι συ εκφεύξη το κρίμα του θεού η του πλούτου της χρηστότητος αυτού και της ανοχής και της μακροθυμίας καταφρονείς αγνοών ότι το χρηστόν του θεού εις μετάνοιάν σε άγει κατά δε την σκληρότητά σου και αμετανόητον καρδίαν θησαυρίζεις σεαυτώ οργήν εν ημέρα οργής και αποκαλύψεως δικαιοκρισίας του θεού ος αποδώσει εκάστω κατά τα έργα αυτού τοις μεν καθ΄ υπομονήν έργου αγαθού δόξαν και τιμήν και αφθαρσίαν επιζητούσι ζωήν αιώνιον τοις δε εξ εριθείας και απειθούσιν μεν τη αληθεία πειθομένοις δε τη αδικία θυμός και οργή θλίψις και στενοχωρία επί πάσαν ψυχήν ανθρώπου του κατεργαζομένου το κακόν Ιουδαίου τε πρώτον και Έλληνος 10 δόξα δε και τιμή και ειρήνη παντί τω εργαζομένω το αγαθόν Ιουδαίω τε πρώτον και Έλληνι 11 ου γαρ εστι προσωποληψία παρά τω θεώ

Doers of the Law

12 όσοι γαρ ανόμως ήμαρτον ανόμως και απολούνται και όσοι εν νόμω ήμαρτον διά νόμου κριθήσονται 13 ου γαρ οι ακροαταί του νόμου δίκαιοι παρά τω θεώ αλλ΄ οι ποιηταί του νόμου δικαιωθήσονται 14 όταν γαρ έθνη τα μη νόμον έχοντα φύσει τα του νόμου ποιή ούτοι νόμον μη έχοντες εαυτοίς εισι νόμος 15 οίτινες ενδείκνυνται το έργον του νόμου γραπτόν εν ταις καρδίαις αυτών συμμαρτυρούσης αυτών της συνειδήσεως και μεταξύ αλλήλων των λογισμών κατηγορούντων η και απολογουμένων 16 εν ημέρα οτε κρινεί ο θεος τα κρυπτά των ανθρώπων κατά το ευαγγέλιόν μου διά Ιησού χριστού

Circumcision of the Heart

17 ίδε συ Ιουδαίος επονομάζη και επαναπαύη τω νόμω και καυχάσαι εν θεώ 18 και γινώσκεις το θέλημα και δοκιμάζεις τα διαφέροντα κατηχούμενος εκ του νόμου 19 πέποιθάς τε σεαυτόν οδηγόν είναι τυφλών φως των εν σκότει 20 παιδευτήν αφρόνων διδάσκαλον νηπίων έχοντα την μόρφωσιν της γνώσεως και της αληθείας εν τω νόμω 21 ο ούν διδάσκων έτερον σεαυτόν ου διδάσκεις ο κηρύσσων μη κλέπτειν κλέπτεις 22 ο λέγων μη μοιχεύειν μοιχεύεις ο βδελυσσόμενος τα είδωλα ιεροσυλείς 23 ος εν νόμω καυχάσαι διά της παραβάσεως του νόμου τον θεόν ατιμάζεις 24 το γαρ όνομα του θεού δι΄ υμάς βλασφημείται εν τοις έθνεσι καθώς γέγραπται 25 περιτομή μεν γαρ ωφελεί εάν νόμον πράσσης εαν δε παραβάτης νόμου ης η περιτομή σου ακροβυστία γέγονεν 26 εάν ούν η ακροβυστία τα δικαιώματα του νόμου φυλάσση ουχί η ακροβυστία αυτού εις περιτομήν λογισθήσεται 27 και κρινεί η εκ φύσεως ακροβυστία τον νόμον τελούσα σε τον διά γράμματος και περιτομής παραβάτην νόμου 28 ου γαρ ο εν τω φανερώ Ιουδαίός εστιν ουδέ η εν τω φανερώ εν σαρκί περιτομή 29 αλλ΄ ο εν τω κρυπτώ Ιουδαίος και περιτομή καρδίας εν πνεύματι ου γράμματι ου ο έπαινος ουκ εξ ανθρώπων αλλ΄ εκ του θεού
Copyright information for ABPGRK