Romans 4

CHAPTER 4

Abraham Justified by Trusting

1τι ούν ερούμεν Αβραάμ τον πατέρα ημών ευρηκέναι κατά σάρκα 2ει γαρ Αβραάμ εξ έργων εδικαιώθη έχει καύχημα αλλ΄ ου προς τον θεόν 3τι γαρ η γραφή λέγει επίστευσε δε Αβραάμ τω θεώ και ελογίσθη αυτώ εις δικαιοσύνην 4τω δε εργαζομένω ο μισθός ου λογίζεται κατά χάριν αλλά κατά το οφείλημα 5τω δε μη εργαζομένω πιστεύοντι δε επί τον δικαιούντα τον ασεβή λογίζεται η πίστις αυτού εις δικαιοσύνην 6καθάπερ και Δαβίδ λέγει τον μακρισμόν του ανθρώπου ω ο θεός λογίζεται δικαιοσύνην χωρίς έργων 7μακάριοι ων αφέθησαν αι ανομίαι και ων επεκαλύφθησαν αι αμαρτίαι 8μακάριος ανήρ ω ου μη λογίσηται κύριος αμαρτίαν 9ο μακαρισμός ούν ούτος επί την περιτομήν η και επί την ακροβυστίαν λέγομεν γαρ ότι ελογίσθη τω Αβραάμ η πίστις εις δικαιοσύνην 10πως ούν ελογίσθη εν περιτομή όντι η εν ακροβυστία ουκ εν περιτομή αλλ΄ εν ακροβυστία 11και σημείον έλαβε περιτομής σφραγίδα της δικαιοσύνης της πίστεως της εν τη ακροβυστία εις το είναι αυτόν πατέρα πάντων των πιστευόντων δι΄ ακροβυστίας εις το λογισθήναι και αυτοίς την δικαιοσύνην 12και πατέρα περιτομής τοις ουκ εκ περιτομής μόνον αλλά και τοις στοιχούσι τοις ίχνεσι της πίστεως τοις εν τη ακροβυστία του πατρός ημών Αβραάμ

The Promise to Abraham

13ου γαρ διά νόμου η επαγγελία τω Αβραάμ η τω σπέρματι αυτού το κληρονόμον αυτόν είναι του κόσμου αλλ΄ διά δικαιοσύνης πίστεως 14ει γαρ οι εκ νόμου κληρονόμοι κεκένωται η πίστις και κατήργηται η επαγγελία 15ο γαρ νόμος οργήν κατεργάζεται ου γαρ ουκ έστι νόμος ουδέ παράβασις 16διά τούτο εκ πίστεως ίνα κατά χάριν εις το είναι βεβαίαν την επαγγελίαν παντί τω σπέρματι ου τω εκ του νόμου μόνον αλλά και τω εκ πίστεως Αβραάμ ος εστι πατήρ πάντων ημών 17καθώς γέγραπται ότι πατέρα πολλών εθνών τέθεικά σε κατέναντι ου επίστευσε θεού του ζωοποιούντος τους νεκρούς και καλούντος τα μη όντα ως όντα 18ος παρ΄ ελπίδα επ΄ ελπίδι επίστευσεν εις το γενέσθαι αυτόν πατέρα πολλών εθνών κατά το ειρημένον ούτως έσται το σπέρμα σου 19και μη ασθενήσας τη πίστει ου κατενόησε το εαυτού σώμα ήδη νενεκρωμένον εκατονταέτης που υπάρχων και την νέκρωσιν της μήτρας Σάρρας 20εις δε την επαγγελίαν του θεού ου διεκρίθη τη απιστία αλλ΄ ενεδυναμώθη τη πίστει δους δόξαν τω θεώ 21και πληροφορηθείς ότι ο επήγγελται δυνατός εστι και ποιήσαι 22διό και ελογίσθη αυτώ εις δικαιοσύνην 23ουκ εγράφη δε δι΄ αυτόν μόνον ότι ελογίσθη αυτώ 24αλλά και δι΄ ημάς οις μέλλει λογίζεσθαι τοις πιστεύουσιν επί τον εγείραντα Ιησούν τον κύριον ημών εκ νεκρών 25ος παρεδόθη διά τα παραπτώματα ημών και ηγέρθη διά την δικαίωσιν ημών
Copyright information for ABPGRK