Romans 6

CHAPTER 6

Dying to Sin

τι ούν ερούμεν επιμενούμεν τη αμαρτία ίνα η χάρις πλεονάση μη γένοιτο οίτινες απεθάνομεν τη αμαρτία πως έτι ζήσομεν εν αυτή η αγνοείτε ότι όσοι εβαπτίσθημεν εις χριστόν Ιησούν εις τον θάνατον αυτού εβαπτίσθημεν συνετάφημεν ουν αυτώ διά του βαπτίσματος εις τον θάνατον ίνα ώσπερ ηγέρθη χριστός εκ νεκρών διά της δόξης του πατρός ούτως και ημείς εν καινότητι ζωής περιπατήσωμεν ει γαρ σύμφυτοι γεγόναμεν τω ομοιώματι του θανάτου αυτού αλλά και της αναστάσεως εσόμεθα τούτο γινώσκοντες ότι ο παλαιός ημών άνθρωπος συνεσταυρώθη ίνα καταργηθή το σώμα της αμαρτίας του μηκέτι δουλεύειν ημάς τη αμαρτία ο γαρ αποθανών δεδικαίωται από της αμαρτίας ει δε απεθάνομεν συν χριστώ πιστεύομεν ότι και συζήσομεν αυτώ ειδότες ότι χριστός εγερθείς εκ νεκρών ουκέτι αποθνήσκει θάνατος αυτού ουκέτι κυριεύει 10 ο γαρ απέθανεν τη αμαρτία απέθανεν εφάπαξ ο δε ζη ζη τω θεώ 11 ούτω και υμείς λογίζεσθε εαυτούς νεκρούς μεν είναι τη αμαρτία ζώντας δε τω θεώ εν χριστώ Ιησού τω κυρίω ημών 12 μη ούν βασιλευέτω η αμαρτία εν τω θνητώ υμών σώματι εις το υπακούειν αυτή εν ταις επιθυμίαις αυτού 13 μηδέ παριστάνετε τα μέλη υμών όπλα αδικίας τη αμαρτία αλλά παραστήσατε εαυτούς τω θεώ ως εκ νεκρών ζώντας και τα μέλη υμών όπλα δικαιοσύνης τω θεώ 14 αμαρτία γαρ υμών ου κυριεύσει ου γαρ εστε υπό νόμον αλλ΄ υπό χάριν 15 τι ούν αμαρτήσομεν ότι ουκ εσμέν υπό νόμον αλλ΄ υπό χάριν μη γένοιτο 16 ουκ οίδατε ότι ω παριστάνετε εαυτούς δούλους εις υπακοήν δούλοί εστε ω υπακούετε ήτοι αμαρτίας εις θάνατον η υπακοής εις δικαιοσύνην 17 χάρις δε τω θεώ ότι ήτε δούλοι της αμαρτίας υπηκούσατε δε εκ καρδίας εις ον παρεδόθητε τύπον διδαχής 18 ελευθερωθέντες δε από της αμαρτίας εδουλώθητε τη δικαιοσύνη 19 ανθρώπινον λέγω διά την ασθένειαν της σαρκός υμών ώσπερ γαρ παρεστήσατε τα μέλη υμών δούλα τη ακαθαρσία και τη ανομία εις την ανομίαν ούτως νυν παρεστήσατε τα μέλη υμών δούλα τη δικαιοσύνη εις αγιασμόν 20 ότε γαρ δούλοι ήτε της αμαρτίας ελεύθεροι ήτε τη δικαιοσύνη 21 τίνα ουν καρπόν είχετε τότε εφ οις νυν επαισχύνεσθε το γαρ τέλος εκείνων θάνατος 22 νυνί δε ελευθερωθέντες από της αμαρτίας δουλωθέντες δε τω θεώ έχετε τον καρπόν υμών εις αγιασμόν το δε τέλος ζωήν αιώνιον 23 τα γαρ οψώνια της αμαρτίας θάνατος το δε χάρισμα του θεού ζωή αιώνιος εν χριστώ Ιησού τω κυρίω ημών
Copyright information for ABPGRK