Romans 7

CHAPTER 7

Free from the Law

η αγνοείτε αδελφοί γινώσκουσιν γαρ νόμον λαλώ ότι ο νόμος κυριεύει του ανθρώπου εφ΄ όσον χρόνον ζη η γαρ ύπανδρος γυνή τω ζώντι ανδρί δέδεται νόμω εάν δε αποθάνη ο ανήρ κατήργηται από του νόμου του ανδρός άρα ούν ζώντος του ανδρός μοιχαλίς χρηματίσει εάν γένηται ανδρί ετέρω εάν δε αποθάνη ο ανήρ ελευθέρα εστίν από του νόμου του μη είναι αυτήν μοιχαλίδα γενομένην ανδρί ετέρω ώστε αδελφοί μου και υμείς εθανατώθητε τω νόμω διά του σώματος του χριστού εις το γενέσθαι υμάς ετέρω τω εκ νεκρών εγερθέντι ίνα καρποφορήσωμεν τω θεώ ότε γαρ ήμεν εν τη σαρκί τα παθήματα των αμαρτιών τα διά του νόμου ενηργείτο εν τοις μέλεσιν ημών εις το καρποφορήσαι τω θανάτω νυνί δε κατηργήθημεν από του νόμου αποθανόντες εν ω κατειχόμεθα ώστε δουλεύειν ημάς εν καινότητι πνεύματος και ου παλαιότητι γράμματος τι ούν ερούμεν ο νόμος αμαρτία μη γένοιτο αλλά την αμαρτίαν ουκ έγνων ει μη διά νόμου την τε γαρ επιθυμίαν ουκ ήδειν ει μη ο νόμος έλεγεν ουκ επιθυμήσεις αφορμήν δε λαβούσα η αμαρτία διά της εντολής κατειργάσατο εν εμοί πάσαν επιθυμίαν χωρίς γαρ νόμου αμαρτία νεκρά εγώ δε έζων χωρίς νόμου ποτέ ελθούσης δε της εντολής η αμαρτία ανέζησεν εγώ δε απέθανον 10 και ευρέθη μοι η εντολή η εις ζωήν αύτη εις θάνατον 11 η γαρ αμαρτία αφορμήν λαβούσα διά της εντολής εξηπάτησέ με και δι΄ αυτής απέκτεινεν 12 ώστε ο μεν νόμος άγιος και η εντολή αγία και δικαία και αγαθή 13 το ούν αγαθόν εμοί γέγονε θάνατος μη γένοιτο αλλά η αμαρτία ίνα φανή αμαρτία διά του αγαθού μοι κατεργαζομένη θάνατον ίνα γένηται καθ΄ υπερβολήν αμαρτωλός η αμαρτία διά της εντολής 14 οίδαμεν γαρ ότι ο νόμος πνευματικός εστιν εγώ δε σαρκικός ειμι πεπραμένος υπό την αμαρτίαν 15 ο γαρ κατεργάζομαι ου γινώσκω ου γαρ ο θέλω τούτο πράσσω αλλ΄ ο μισώ τούτο ποιώ 16 ει δε ο ου θέλω τούτο ποιώ σύμφημι τω νόμω ότι καλός 17 νυνί δε ουκέτι εγώ κατεργάζομαι αυτό αλλ΄ η οικούσα εν εμοί αμαρτία 18 οίδα γαρ ότι ουκ οικεί εν εμοί τουτ΄ έστιν εν τη σαρκί μου αγαθόν το γαρ θέλειν παράκειταί μοι το δε κατεργάζεσθαι το καλόν ουχ ευρίσκω 19 ου γαρ ο θέλω ποιώ αγαθόν αλλ΄ ο ου θέλω κακόν τούτο πράσσω 20 ει δε ο ου θέλω εγώ τούτο ποιώ ουκέτι εγώ κατεργάζομαι αυτό αλλ΄ η οικούσα εν εμοί αμαρτία 21 ευρίσκω άρα τον νόμον τω θέλοντι εμοί ποιείν το καλόν ότι εμοί το κακόν παράκειται 22 συνήδομαι γαρ τω νόμω του θεού κατά τον έσω άνθρωπον 23 βλέπω δε έτερον νόμον εν τοις μέλεσί μου αντιστρατευόμενον τω νόμω του νοός μου και αιχμαλωτίζοντά με τω νόμω της αμαρτίας τω όντι εν τοις μέλεσί μου 24 ταλαίπωρος εγώ άνθρωπος τις με ρύσεται εκ του σώματος του θανάτου τούτου 25 ευχαριστώ τω θεώ διά Ιησού χριστού του κυρίου ημών άρα ούν αυτός εγώ τω μεν νοϊ δουλεύω νόμω θεού τη δε σαρκί νόμω αμαρτίας
Copyright information for ABPGRK