Romans 9

CHAPTER 9

Paul's Grief for His Brethren

αλήθειαν λέγω εν χριστώ ου ψεύδομαι συμμαρτυρούσης μοι της συνειδήσεώς μου εν πνεύματι αγίω ότι λύπη μοι εστί μεγάλη και αδιάλειπτος οδύνη τη καρδία μου ηυχόμην γαρ αυτός εγώ ανάθεμα είναι από του χριστού υπέρ των αδελφών μου των συγγενών μου κατά σάρκα οίτινές εισιν Ισραηλίται ων η υιοθεσία και η δόξα και αι διαθήκαι και η νομοθεσία και η λατρεία και αι επαγγελίαι ων οι πατέρες και εξ ων ο χριστός το κατά σάρκα ο ων επί πάντων θεός ευλογητός εις τους αιώνας αμήν ουχ οίον δε ότι εκπέπτωκεν ο λόγος του θεού ου γαρ πάντες οι εξ Ισραήλ ούτοι Ισραήλ ουδ΄ ότι εισί σπέρμα Αβραάμ πάντες τέκνα αλλ΄ εν Ισαάκ κληθήσεταί σοι σπέρμα τουτ΄ έστιν ου τα τέκνα της σαρκός ταύτα τέκνα του θεού αλλά τα τέκνα της επαγγελίας λογίζεται εις σπέρμα επαγγελίας γαρ ο λόγος ούτος κατά τον καιρόν τούτον ελεύσομαι και έσται τη Σάρρα υιός 10 ου μόνον δε αλλά και Ρεβέκκα εξ ενός κοίτην έχουσα Ισαάκ του πατρός ημών 11 μήπω γαρ γεννηθέντων μηδέ πραξάντων τι αγαθόν η κακόν ίνα η κατ΄ εκλογήν του θεού πρόθεσις μένη ουκ εξ έργων αλλ΄ εκ του καλούντος 12 ερρέθη αυτή ότι ο μείζων δουλεύσει τω ελάσσονι 13 καθώς γέγραπται τον Ιακώβ ηγάπησα τον δε Ησαύ εμίσησα 14 τι ούν ερούμεν μη αδικία παρά τω θεώ μη γένοιτο 15 τω γαρ Μωσή λέγει ελεήσω ον αν ελεώ και οικτειρήσω ον αν οικτείρω 16 άρα ούν ου του θέλοντος ουδέ του τρέχοντος αλλά του ελεούντος θεού 17 λέγει γαρ η γραφή τω Φαραώ ότι εις αυτό τούτο εξήγειρά σε όπως ενδείξωμαι εν σοι την δύναμίν μου και όπως διαγγελή το όνομά μου εν πάση τη γη 18 άρα ούν ον θέλει ελεεί ον δε θέλει σκληρύνει 19 ερείς ούν μοι τι έτι μέμφεται τω γαρ βουλήματι αυτού τις ανθέστηκεν 20 μενούνγε ω άνθρωπε συ τις ει ο ανταποκρινόμενος τω θεώ μη ερεί το πλάσμα τω πλάσαντι τι με εποίησας ούτως 21 η ουκ έχει εξουσίαν ο κεραμεύς του πηλού εκ του αυτού φυράματος ποιήσαι ο μεν εις τιμήν σκεύος ο δε εις ατιμίαν 22 ει δε θέλων ο θεός ενδείξασθαι την οργήν και γνωρίσαι το δυνατόν αυτού ήνεγκεν εν πολλή μακροθυμία σκεύη οργής κατηρτισμένα εις απώλειαν 23 και ίνα γνωρίση τον πλούτον της δόξης αυτού επί σκεύη ελέους α προητοίμασεν εις δόξαν 24 ους και εκάλεσεν ημάς ου μόνον εξ Ιουδαίων αλλά και εξ εθνών 25 ως και εν τω Ωσήε λέγει καλέσω τον ου λαόν μου λαόν μου και την ουκ ηγαπημένην ηγαπημένην 26 και έσται εν τω τόπω ου ερρέθη αυτοίς ου λαός μου υμείς εκεί κληθήσονται υιοί θεού ζώντος 27 Ησαϊας δε κράζει υπέρ του Ισραήλ εάν η ο αριθμός των υιών Ισραήλ ως η άμμος της θαλάσσης το κατάλειμμα σωθήσεται 28 λόγον γαρ συντελών και συντέμνων εν δικαιοσύνη ότι λόγον συντετμημένον ποιήσει κύριος επί της γης 29 και καθώς προείρηκεν Ησαϊας ει μη κύριος σαβαώθ εγκατέλιπεν ημίν σπέρμα ως Σόδομα αν εγενήθημεν και ως Γόμορρα αν ωμοιώθημεν 30 τι ούν ερούμεν ότι έθνη τα μη διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην δικαιοσύνην δε την εκ πίστεως 31 Ισραήλ δε διώκων νόμον δικαιοσύνης εις νόμον δικαιοσύνης ουκ έφθασε 32 διατί ότι ουκ εκ πίστεως αλλ΄ ως εξ έργων νόμου προσέκοψαν γαρ τω λίθω του προσκόμματος 33 καθώς γέγραπται ιδού τίθημι εν Σιών λίθον προσκόμματος και πέτραν σκανδάλου και πας ο πιστεύων επ΄ αυτώ ου καταισχυνθήσεται
Copyright information for ABPGRK