Song of Solomon 7

CHAPTER 7

The Shulamite

1τι όψεσθε εν τη Σουλαμίτιδι η ερχομένη ως χορός των παρεμβολών τι ωραιώθησαν διαβήματά σου εν υποδήμασι θύγατερ Ναβάδ ρυθμοί μηρών σου όμοιοι ορμίσκοις έργων χειρών τεχνίτου 2ομαφαλός σου κρατήρ τορευτός μη υστερούμενος κράμα κοιλία σου θημωνία σίτου πεφραγμένη εν κρίνοις 3δύο μαστοί σου ως δύο νεβροί δίδυμοι δορκάδος 4τράχηλός σου ως πύργος ελεφάντινος οι οφθαλμοί σου ως λίμναι εν Εσεβών εν πύλαις θυγατρός πολλών μυκτήρ σου ως πύργος του Λιβάνου σκοπεύων πρόσωπον Δαμασκού 5κεφαλή σου επί σε ως Καρμήλου και πλόκιον κεφαλής σου ως πορφύρα βασιλεύς δεδεμένος εν παραδρομαίς 6τι ωραιώθης και τι ηδύνθης αγάπη εν τρυφαίς σου 7τούτου μέγεθός σου ωμοιώθης τω φοίνικι και οι μαστοί σου τοις βότρυσιν 8είπα αναβήσομαι επί τω φοινίκι κρατήσω των υψέων αυτού και έσονται δη μαστοί σου ως βότρυες της αμπέλου και οσμή ρινός σου ως μήλα 9και λάρυγξ σου ως οίνος ο αγαθός πορευόμενος τω αδελφιδώ μου εις ευθύτητα ικανούμενος εν χείλεσί μου και οδούσιν 10εγώ τω αδελφιδώ μου και επ΄ εμέ η επιστροφή αυτού 11ελθέ αδελφιδέ μου εξέλθωμεν εις αγρόν αυλισθώμεν εν κώμαις 12ορθρίσωμεν εις αμπελώνας ίδωμεν ει ήνθησεν η άμπελος ήνθησεν ο κυπρισμός ήνθησαν αι ροαί εκεί δώσω τους μαστούς μου σοι 13οι μανδραγόραι έδωκαν οσμήν και επί θύραις ημών πάντα τα ακρόδρυα νέα προς παλαιά αδελφιδέ μου ετήρησά σοι
Copyright information for ABPGRK