Titus 2

CHAPTER 2

Qualities of Christian Behavior

συ δε λάλει α πρέπει τη υγιαινούση διδασκαλία πρεσβύτας νηφαλίους είναι σεμνούς σώφρονας υγιαίνοντας τη πίστει τη αγάπη τη υπομονή πρεσβύτιδας ωσαύτως εν καταστήματι ιεροπρεπείς μη διαβόλους μη οίνω πολλώ δεδουλωμένας καλοδιδασκάλους ίνα σωφρονίζωσι τας νέας φιλάνδρους είναι φιλοτέκνους σώφρονας αγνάς οικουρούς αγαθάς υποτασσομένας τοις ιδίοις ανδράσιν ίνα μη ο λόγος του θεού βλασφημήται τους νεωτέρους ωσαύτως παρακάλει σωφρονείν περί πάντα σεαυτόν παρεχόμενος τύπον καλών έργων εν τη διδασκαλία αδιαφθορίαν σεμνότητα αφθαρσίαν λόγον υγιή ακατάγνωστον ίνα ο εξ εναντίας εντραπή μηδέν έχων περί ημών λέγειν φαύλον δούλους ιδίοις δεσπόταις υποτάσσεσθαι εν πάσιν ευαρέστους είναι μη αντιλέγοντας 10 μη νοσφιζομένους αλλά πίστιν πάσαν ενδεικνυμένους αγαθήν ίνα την διδασκαλίαν του σωτήρος ημών θεού κοσμώσιν εν πάσιν 11 επεφάνη γαρ η χάρις του θεού η σωτηρίος πάσιν ανθρώποις 12 παιδεύουσα ημάς ίνα αρνησάμενοι την ασέβειαν και τας κοσμικάς επιθυμίας σωφρόνως και δικαίως και ευσεβώς ζήσωμεν εν τω νυν αιώνι 13 προσδεχόμενοι την μακαρίαν ελπίδα και επιφάνειαν της δόξης του μεγάλου θεού και σωτήρος ημών Ιησού χριστού 14 ος έδωκεν εαυτόν υπέρ ημών ίνα λυτρώσηται ημάς από πάσης ανομίας και καθαρίση εαυτώ λαόν περιούσιον ζηλωτήν καλών έργων 15 ταύτα λάλει και παρακάλει και έλεγχε μετά πάσης επιταγής μηδείς σου περιφρονείτω
Copyright information for ABPGRK