Zechariah 1

CHAPTER 1

The Word to Zechariah

εν τω ογδόω μηνί έτους δευτέρου επί Δαρείου εγένετο λόγος κυρίου προς Ζαχαρίαν τον του Βαραχίου υιού Αδδώ τον προφήτην λέγων ωργίσθη κύριος επί τους πατέρας υμών οργήν μεγάλην και ερείς προς αυτούς τάδε λέγει κύριος των δυνάμεων επιστρέψατε προς με λέγει κύριος των δυνάμεων και επιστραφήσομαι προς υμάς λέγει κύριος των δυνάμεων και μη γίνεσθε καθώς οι πατέρες υμών οις ενεκάλεσαν αυτοίς οι προφήται οι έμπροσθεν λέγοντες τάδε λέγει κύριος των δυνάμεων αποστρέψατε από των οδών υμών των πονηρών και από των επιτηδευμάτων υμών των πονηρών και ου εισήκουσαν και ου προσέσχον του εισακούσαί μου λέγει κύριος οι πατέρες υμών που εισί και οι προφήται μη εις τον αιώνα ζήσονται πλην τους λόγους μου και τα νόμιμά μου δέχεσθε όσα εγώ εντέλλομαι εν πνεύματί μου τοις δούλοις μου τοις προφήταις οι κατέλαβον τους πατέρας υμών και απεκρίθησαν και είπαν καθώς παρατέτακται κύριος των δυνάμεων του ποιήσαι ημίν κατά τας οδούς ημών και κατά τα επιτηδεύματα ημών ούτως εποίησεν ημίν

Vision of the Four Horses

τη τετράδι και εικάδι εν τω ενδεκάτω μηνί ούτος ο μην Σαβάτ εν τω δευτέρω έτει επί Δαρείου εγένετο λόγος κυρίου προς Ζαχαρίαν τον του Βαραχίου υιόν Αδδώ τον προφήτην λέγων εώρακα την νύκτα και ιδού ανήρ επιβεβηκώς ίππον πυρρόν και ούτος ειστήκει αναμέσον των ορέων των κατασκίων και οπίσω αυτού ίπποι πυρροί και λευκοί και ποικίλοι και είπα τι ούτοι κύριε και είπε προς με ο άγγελος ο λαλών εν εμοί εγώ δείξω σοι τι εστι ταύτα 10 και απεκρίθη ο ανήρ ο εφεστηκώς αναμέσον των ορέων και είπε προς με ούτοί εισιν ους εξαπέστειλε κύριος περιοδεύσαι την γην 11 και απεκρίθησαν τω αγγέλω κυρίου τω εφεστώτι αναμέσον των ορέων και είπαν περιωδεύκαμεν την γην και ιδού πάσα η γη κατοικείται και ησυχάζει 12 και απεκρίθη ο άγγελος κυρίου και είπε κύριε των δυνάμεων έως τίνος ου μη ελεήσης την Ιερουσαλήμ και τας πόλεις Ιούδα αις εθυμώθης τούτο εβδομηκοστόν έτος 13 και απεκρίθη κύριος τω αγγέλω τω λαλούντι εν εμοί ρήματα καλά λόγους παρακλητικούς 14 και είπε προς με ο άγγελος ο λαλών εν εμοί ανάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ εζήλωκα την Ιερουσαλήμ και την Σιών ζήλον μέγαν 15 και οργήν μεγάλην εγώ οργίζομαι επί τα έθνη τα συνεπιτιθέμενα ανθ΄ ων εγώ μεν ωργίσθην ολίγα αυτοί δε συνεπέθεντο εις κακά 16 διά τούτο τάδε λέγει κύριος επιστρέψω επί Ιερουσαλήμ εν οικτιρμώ και ο οίκός μου ανοικοδομηθήσεται εν αυτή λέγει κύριος των δυνάμεων και μέτρον εκταθήσεται επί Ιερουσαλήμ 17 έτι ανάκραγε λέγων τάδε λέγει κύριος των δυνάμεων έτι διαχυθήσονται πόλεις εν αγαθοίς και ελεήσει κύριος έτι την Σιών και αιρετιει έτι την Ιερουσαλήμ

Vision of the Four Horns

18 και ήρα τους οφθαλμούς μου και ίδον και ιδού τέσσαρα κέρατα 19 και είπα προς τον άγγελον τον λαλούντα εν εμοί τι εστι ταύτα κύριε και είπε προς με ταύτα τα κέρατα τα διασκορπίσαντα τον Ιούδαν και τον Ισραήλ και την Ιερουσαλήμ 20 και έδειξέ μοι κύριος τέσσαρας τέκτονας 21 και είπα τι ούτοι έρχονται ποιήσαι και είπε προς με λέγων ταύτα τα κέρατα τα διασκορπίσαντα τον Ιούδαν και τον Ισραήλ κατεαξαν και ουδείς αυτών ήρε κεφαλήν και εξηλθοσαν ούτοι του οξύναι αυτά εις χείρας αυτών τα τέσσαρα κέρατα έθνη εισίν επαιρόμενα κέρας επί την γην κυρίου του διασκορπίσαι αυτήν
Copyright information for ABPGRK