Zechariah 10

CHAPTER 10

The Ransom of the People of The LORD

αιτείσθε παρά κυρίου υετόν καθ΄ ώραν πρώϊμον και όψιμον κύριος εποίησεν φαντασίας και υετόν χειμερινόν δώσει αυτοίς εκάστω βοτάνην εν αγρώ διότι οι αποφθεγγόμενοι ελάλησαν κόπους και οι μάντεις οράσεις ψευδείς και ενύπνια ψευδή ελάλουν μάταια παρεκάλουν διά τούτο εξήρανθησαν ως πρόβατα και εκακώθησαν ότι ουκ ην ίασις επί τους ποιμένας παρωξύνθη ο θυμός μου και επί τους αμνούς επισκέψομαι και επισκέψεται κύριος ο θεός ο παντοκράτωρ το ποίμνιον αυτού τον οίκον του Ιούδα και τάξει αυτούς ως ίππον ευπρεπή αυτού εν πολέμω και εξ αυτού επέβλεψεν και εξ αυτού έταξεν τόξον εν θυμώ και εξ αυτού εξελεύσεται πας εξελαύνων εν αυτώ και έσονται ως μαχηταί πατούντες πηλόν εν ταις οδοίς εν πολέμω και παρατάξονται ότι κύριος μετ΄ αυτών και καταισχυνθήσονται αναβάται ίππων και κατισχύσω τον οίκον Ιούδα και τον οίκον Ιωσήφ σώσω και κατοικιώ αυτούς ότι ηγάπησα αυτούς και έσονται ον τρόπον οτε ουκ αυτούς απέρριψα διότι εγώ κύριος ο θεός αυτών και επακούσομαι αυτών και έσονται ως μαχηταί τω Εφραϊμ και χαρήσεται η καρδία αυτών ως εν οίνω και τα τέκνα αυτών όψονται και ευφρανθήσονται και χαρείται η καρδία αυτών επί τω κυρίω σημανώ αυτούς και εισδέξομαι αυτούς διότι λυτρώσομαι αυτούς και πληθυνθήσονται καθότι ήσαν πολλοί και σπερώ αυτούς εν λαοίς και οι μακράν μνησθήσονται μου και εκθρέψουσι τα τέκνα αυτών και επιστρέψουσι 10 και επιστρέψω αυτούς εκ γης Αιγύπτου και εξ Ασσυρίων εισδέξομαι αυτούς και εις την Γαλααδίτιν και εις τον Λίβανον εισάξω αυτούς και ου μη υπολειφθή εξ αυτών ουδέ εις 11 και διελεύσονται εν θαλάσση στενή και πατάξουσιν εν θαλάσση κύματα και ξηρανθήσεται πάντα τα βάθη ποταμών και αφαιρεθήσεται πάσα η ύβρις Ασσυρίων και σκήπτρον Αιγύπτου περιαιρεθήσεται 12 και κατισχύσω αυτούς εν κυρίω θεώ αυτών και εν τω ονόματι αυτού καυχήσονται λέγει κύριος
Copyright information for ABPGRK