Zechariah 11

CHAPTER 11

The Shepherds

1διάνοιξον ο Λίβανος τας θύρας σου και καταφαγέτω πυρ τας κέδρους σου 2ολολυξάτω πίτυς διότι πέπτωκεν κέδρος διότι εταλαιπώρηθησαν μεγιστάνες ολολύξατε δρύες της Βασανίτιδος ότι κατεσπάσθη ο δρυμός ο σύμφυτος 3φωνή θρηνούντων ποιμένων ότι τεταλαιπώρηκεν η μεγαλωσύνη αυτών φωνή ωρυομένων λεόντων ότι τεταλαιπώρηκεν το φρύαγμα του Ιορδάνου 4τάδε λέγει κύριος παντοκράτωρ ποίμαινε τα πρόβατα της σφαγής 5α οι κτησάμενοι κατέσφαζον και ου μετεμελούντο και οι πωλούντες αυτά έλεγον ευλογητός κύριος πεπλουτήκαμεν και οι ποιμένες αυτών ουκ έπασχον ουδέν επ΄ αυτοίς 6διά τούτο ου φείσομαι ουκέτι επί τους κατοικούντας την γην λέγει κύριος και ιδού εγώ παραδίδωμι τους ανθρώπους έκαστον εις χείρα του πλησίον αυτού και εις χείρα βασιλέως αυτού και κατακόψουσι την γην και ου μη εξέλωμαι εκ χειρός αυτών 7και ποιμανώ τα πρόβατα της σφαγής εις την Χαναανίτιν και λήψομαι εμαυτώ δύο ράβδους την μίαν εκάλεσα κάλλος και την ετέραν εκάλεσα σχοίνισμα και ποιμανώ τα πρόβατα 8και εξαρώ τους τρεις ποιμένας εν μηνί ενί και βαρυνθήσεται η ψυχή μου επ΄ αυτούς και γαρ αι ψυχαί αυτών επωρύοντο επ΄ εμέ 9και είπα ου ποιμανώ υμάς το αποθνήσκον αποθνησκέτω και το εκλείπον εκλιπέτω και τα κατάλοιπα κατεσθιέτωσαν έκαστος τας σάρκας του πλησίον αυτού

The Two Rods

10και λήψομαι την ράβδον μου την καλήν και απορρίψω αυτήν διασκεδάσαι την διαθήκην μου ην διεθέμην προς πάντας τους λαούς 11και διασκεδασθήσεται εν τη ημέρα εκείνη και γνώσονται οι Χαναναίοι τα πρόβατα φυλασσόμενά μοι διότι λόγος κυρίου εστί 12και ερώ προς αυτούς ει καλόν ενώπιον υμών εστι δότε τον μισθόν μου η απείπασθε και έστησαν τον μισθόν μου τριάκοντα αργυρούς 13και είπεν κύριος προς με κάθες αυτούς εις το χωνευτήριον και σκέψαι ει δόκιμόν εστιν ον τρόπον εδοκιμάσθην υπέρ αυτών και έλαβον τους τριάκοντα αργυρός και ενέβαλον αυτούς εις τον οίκον κυρίου εις το χωνευτήριον 14και απέρριψα την ράβδον μου την δευτέραν το σχοίνισμα του διασκεδάσαι την κατάσχεσιν την αναμέσον Ιούδα και αναμέσον Ισραήλ 15και είπε κύριος προς με έτι λάβε σεαυτώ σκεύη ποιμενικά ποιμένος απείρου 16διότι ιδού εξεγείρω ποιμένα επί την γην όστις το εκλείπον ου μη επισκέψηται και το εσκορπισμένον ου μη ζητήση και το συντετριμμένον ου μη ιάσηται και το ολόκληρον ου μη κατευθύνη και τα κρέα των εκλεκτών καταφάγεται και τους αστραγάλους αυτών εκστρέψει 17ω οι ποιμαίνοντες τα μάταια και καταλελοιπότες τα πρόβατα μάχαιρα επί τον βραχίονα αυτού και επί τον οφθαλμόν τον δεξιόν αυτού ο βραχίων αυτού ξηραινόμενος ξηρανθήσεται και ο οφθαλμός ο δεξιός αυτού εκτυφλούμενος εκτυφλωθήσεται
Copyright information for ABPGRK