Zechariah 12

CHAPTER 12

Deliverance for Judah

λήμμα λόγου κυρίου επί τον Ισραήλ λέγει κύριος τον εκτείνων τον ουρανόν και θεμελιών γην και πλάσσων πνεύμα ανθρώπου εν αυτώ ιδού εγώ τίθημι την Ιερουσαλήμ ως πρόθυρα σαλευόμενα πάσι τοις λαοίς κύκλω και εν τη Ιουδαία έσται περιοχή επί Ιερουσαλήμ και έσται εν τη ημέρα εκείνη θήσομαι την Ιερουσαλήμ λίθον καταπατούμενον πάσι τοις έθνεσι πας ο καταπατών αυτήν εμπαίζων εμπαίξεται και επισυναχθήσονται επ΄ αυτήν πάντα τα έθνη της γης εν τη ημέρα εκείνη λέγει κύριος παντοκράτωρ πατάξω πάντα ίππον εν εκστάσει και τον αναβάτην αυτού εν παραφρονήσει επί δε τον οίκον Ιούδα διανοίξω τους οφθαλμούς μου και πάντας τους ίππους των λαών πατάξω εν αποτυφλώσει και ερούσιν οι χιλίαρχοι Ιούδα εν ταις καρδίαις αυτών ευρήσομεν εαυτοίς τους κατοικούντας Ιερουσαλήμ εν κυρίω παντοκράτορι θεώ αυτών εν τη ημέρα εκείνη θήσομαι τους χιλιάρχους Ιούδα ως δαλόν πυρός εν ξύλοις και ως λαμπάδα πυρός εν καλάμη και καταφάγονται εκ δεξιών και εξ ευωνύμων πάντας τους λαούς κυκλόθεν και κατοικήσει Ιερουσαλήμ έτι καθ΄ εαυτήν εν Ιερουσαλήμ και σώσει κύριος τα σκηνώματα Ιούδα καθώς απ΄ αρχής όπως μη μεγαλύνηται καύχημα οίκου Δαυίδ και επαρσις των κατοικούντων εν Ιερουσαλήμ επί τον Ιούδαν και έσται εν τη ημέρα εκείνη υπερασπιεί κύριος υπέρ των κατοικούντων Ιερουσαλήμ και έσται ο ασθενών εν αυτοίς εν εκείνη τη ημέρα ως Δαυίδ ο δε οίκος Δαυίδ ως οίκος θεού ως άγγελος κυρίου ενώπιον αυτών και έσται εν τη ημέρα εκείνη ζητήσω του εξάραι πάντα τα έθνη τα ερχόμενα επί Ιερουσαλήμ 10 και εκχεώ επί τον οίκον Δαυίδ και επί τους κατοικούντας Ιερουσαλήμ πνεύμα χάριτος και οικτιρμού και επιβλέψονται προς με ανθ΄ ων κατωρχήσαντο και κόψονται επ΄ αυτώ κοπετόν ως επ΄ αγαπητώ και οδυνηθήσονται οδύνην ως επί τω πρωτοτόκω 11 εν τη ημέρα εκείνη μεγαλυνθήσεται ο κοπετός εν Ιερουσαλήμ ως κοπετός ροώνος εν πεδίω εκκοπτομενου 12 και κόψεται η γη κατά φυλάς φυλάς φυλή οίκου Δαυίδ καθ΄ εαυτήν και αι γυναίκες αυτών καθ΄ εαυτάς φυλή οίκου Νάθαν καθ΄ εαυτήν και αι γυναίκες αυτών καθ΄ εαυτάς 13 φυλή οίκου Λευί καθ΄ εαυτήν και αι γυναίκες αυτών καθ΄ εαυτάς φυλή Συμεών καθ΄ εαυτήν και αι γυναίκες αυτών καθ΄ εαυτάς 14 πάσαι αι φυλαί αι υπολελειμμέναι φυλή καθ΄ εαυτήν και αι γυναίκες αυτών καθ΄ εαυτάς
Copyright information for ABPGRK