Zechariah 7

CHAPTER 7

Obedience is Better than Fasting

1και εγένετο εν τω τετάρτω έτει επί Δαρείου του βασιλέως εγένετο λόγος κυρίου προς Ζαχαρίαν τετράδι του μηνός του εννάτου ος εστι Χασελεύ 2και απέστειλεν εις Βαιθήλ Σαρασάρ και Ρογώμ ο βασιλεύς και οι άνδρες αυτού εξιλάσασθαι τον κύριον 3λέγων προς τους ιερείς τους εν τω οίκω κυρίου παντοκράτορος και προς τους προφήτας λέγων εισελήλυθεν ώδε εν τω πέμπτω μηνί το άγιασμα καθότι εποίησεν ήδη ικανά έτη 4και εγένετο λόγος κυρίου των δυνάμεων προς εμέ λέγων 5είπον παντί τω λαώ της γης και προς τους ιερείς λέγων εάν νηστεύσητε η κόψησθε εν ταις πέμπταις η εν ταις εβδόμαις και ιδού εβδομήκοντα έτη μη νηστείαν νενηστεύκατέ μοι 6και εάν φάγητε η πίητε ουκ υμείς εσθίετε και υμείς πίνετε 7ουχ ούτοι οι λόγοι μου εισίν ους ελάλησε κύριος εν χερσί των προφητών των έμπροσθεν ότε ην Ιερουσαλήμ κατοικουμένη και ευθηνούσα και αι πόλεις αυτής κυκλόθεν και η ορεινή και η πεδινή κατώκειτο

The LORD Requires Justice and Mercy

8και εγένετο λόγος κυρίου προς Ζαχαρίαν λέγων 9τάδε λέγει κύριος παντοκράτωρ λέγων κρίμα δίκαιον κρίνατε και έλεον και οικτιρμόν ποιείτε έκαστος προς τον αδελφόν αυτού 10και χήραν και ορφανόν και προσήλυτον και πένητα μη καταδυναστεύετε και κακίαν έκαστος του αδελφού αυτού μη μνησικακείτω εν ταις καρδίαις υμών 11και ηπείθησαν του προσέχειν και έδωκαν νώτον παραφρονούντα και τα ώτα αυτών εβάρυναν του μη εισακούειν 12και την καρδίαν αυτών έταξαν απειθή του μη εισακούειν του νόμου μου και τους λόγους ους εξαπέστειλε κύριος παντοκράτωρ εν πνεύματι αυτού εν χερσίν των προφητών των έμπροσθεν και εγένετο οργή μεγάλη παρά κυρίου παντοκράτορος 13και έσται ον τρόπον είπον και ουκ εισήκουσαν αυτου ούτως κεκράξονται και ου μη εισακούσω λέγει κύριος παντοκράτωρ 14και εκβαλώ αυτούς εις πάντα τα έθνη α ουκ έγνωσαν και η γη αφανισθήσεται κατόπισθεν αυτών εκ διοδεύοντος και εξ αναστρέφοντος και έταξαν την γην εκλεκτήν εις αφανισμόν
Copyright information for ABPGRK