Zechariah 8

CHAPTER 8

A Future Restoration of Israel

και εγένετο λόγος κυρίου παντοκράτορος λέγων τάδε λέγει κύριος παντοκράτωρ εζήλωκα την Ιερουσαλήμ και την Σιών ζήλον μέγαν και θυμώ μεγάλω εζήλωκα αυτήν τάδε λέγει κύριος επιστρέψω επί Σιών και κατασκηνώσω εν μέσω Ιερουσαλήμ και κληθήσεται Ιερουσαλήμ πόλις αληθινή και το όρος κυρίου παντοκράτορος όρος άγιον τάδε λέγει κύριος παντοκράτωρ έτι καθήσονται πρεσβύτεροι και πρεσβυτέραι εν ταις πλατείαις Ιερουσαλήμ έκαστος την ράβδον αυτού έχων εν τη χειρί αυτού από πλήθους ημερών και αι πλατείαι της πόλεως πλησθήσονται παιδαρίων και κορασίων παιζόντων εν ταις πλατείαις αυτής τάδε λέγει κύριος παντοκράτωρ ει αδυνατήσει ενώπιον των καταλοίπων του λαού τούτου εν ταις ημέραις εκείναις μη και ενώπιον εμού αδυνατήσει λέγει κύριος παντοκράτωρ τάδε λέγει κύριος παντοκράτωρ ιδού εγώ σώζω τον λαόν μου από γης ανατολών και από γης δυσμών και εισάξω αυτούς και κατασκηνωσώσουσιν εν μέσω Ιερουσαλήμ και έσονταί μοι εις λαόν και εγώ έσομαι αυτοίς εις θεόν εν αληθεία και εν δικαιοσύνη τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αι χείρες υμών των ακουόντων εν ταις ημέραις ταύταις τους λόγους τούτους εκ στόματος των προφητών αφ΄ ης ημέρας τεθεμελίωται ο οίκος κυρίου παντοκράτορος και ο ναός αφ΄ ου ωκοδόμηται 10 διότι προ των ημερών εκείνων ο μισθός των ανθρώπων ουκ έσται εις όνησιν και ο μισθός των κτηνών ουχ υπάρξει και τω εκπορευομένω και τω εισπορευομένω ουκ έσται ειρήνη από της θλίψεως και εξαποστελώ πάντας τους ανθρώπους έκαστον επί τον πλησίον αυτού 11 και νυν ου κατά τας ημέρας τας έμπροσθεν εγώ ποιώ τοις καταλοίποις του λαού τούτου λέγει κύριος παντοκράτωρ 12 αλλ΄ η δείξω ειρήνη η άμπελος δώσει τον καρπόν αυτής και η γη δώσει τα γεννήματα αυτής και ο ουρανός δώσει τον δρόσον αυτού και κατακληρονομήσω τοις καταλοίποις του λαού μου πάντα ταύτα 13 και έσται ον τρόπον ήτε κατάρα εν τοις έθνεσιν ο οίκος Ιούδα και ο οίκος Ισραήλ ούτως διασώσω υμάς και έσεσθε εν ευλογία θαρσείτε και κατισχύετε εν ταις χερσίν υμών 14 διότι τάδε λέγει κύριος παντοκράτωρ ον τρόπον διενοήθην του κακώσαι υμάς εν τω παροργίσαι με τους πατέρας υμών λέγει κύριος παντοκράτωρ και ου μετενόησα 15 ούτως παρατέταγμαι και διανενόημαι εν ταις ημέραις ταύταις του καλώς ποιήσαι την Ιερουσαλήμ και τον οίκον Ιούδα θαρσείτε 16 ούτοί εισιν οι λόγοι ους ποιήσετε λαλείτε αλήθειαν έκαστος προς τον πλησίον αυτού και κρίμα ειρηνικόν και δίκαιον κρίνατε εν ταις πύλαις υμών 17 και έκαστος την κακίαν του πλησίον αυτού μη λογίζεσθε εν ταις καρδίαις υμών και όρκον ψευδή μη αγαπάτε διότι ταύτα πάντα εμίσησα λέγει κύριος παντοκράτωρ 18 και εγένετο λόγος κυρίου παντοκράτορος προς με λέγων 19 τάδε λέγει κύριος παντοκράτωρ νηστεία η τετάρτη και νηστεία η πέμπτη και νηστεία η εβδόμη και νηστεία η δεκάτη έσονται τω οίκω Ιούδα εις χαράν και ευφροσύνην και εις εορτάς αγαθάς και ευφρανθήσεσθε και την αλήθειαν και την ειρήνην αγαπήσατε 20 τάδε λέγει κύριος παντοκράτωρ έτι ήξουσι λαοί πολλοί και κατοικούντες πόλεις πολλάς 21 και συνελεύσονται κατοικούντες πόλεις εις μίαν πόλιν λέγοντες πορευθώμεν δεηθήναι του προσώπου κυρίου και εκζητήσαι το πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι και εγώ 22 και ήξουσιν λαοί πολλοί και έθνη πολλά εκζητήσαι το πρόσωπον κυρίου παντοκράτορος εν Ιερουσαλήμ και εξιλάσασθαι το πρόσωπον κυρίου 23 τάδε λέγει κύριος παντοκράτωρ εν ταις ημέραις εκείναις εάν επιλάβωνται δέκα άνδρες εκ πασών των γλωσσών εθνών και επιλάβωνται του κρασπέδου ανδρός Ιουδαίου λέγοντες πορευσόμεθα μετά σου διότι ακηκόαμεν ότι ο θεός μεθ΄ υμών εστι
Copyright information for ABPGRK