Zechariah 10

CHAPTER 10

The Ransom of the People of The LORD

1αιτείσθε παρά κυρίου υετόν καθ΄ ώραν πρώϊμον και όψιμον κύριος εποίησεν φαντασίας και υετόν χειμερινόν δώσει αυτοίς εκάστω βοτάνην εν αγρώ 2διότι οι αποφθεγγόμενοι ελάλησαν κόπους και οι μάντεις οράσεις ψευδείς και ενύπνια ψευδή ελάλουν μάταια παρεκάλουν διά τούτο εξήρανθησαν ως πρόβατα και εκακώθησαν ότι ουκ ην ίασις 3επί τους ποιμένας παρωξύνθη ο θυμός μου και επί τους αμνούς επισκέψομαι και επισκέψεται κύριος ο θεός ο παντοκράτωρ το ποίμνιον αυτού τον οίκον του Ιούδα και τάξει αυτούς ως ίππον ευπρεπή αυτού εν πολέμω 4και εξ αυτού επέβλεψεν και εξ αυτού έταξεν τόξον εν θυμώ και εξ αυτού εξελεύσεται πας εξελαύνων εν αυτώ 5και έσονται ως μαχηταί πατούντες πηλόν εν ταις οδοίς εν πολέμω και παρατάξονται ότι κύριος μετ΄ αυτών και καταισχυνθήσονται αναβάται ίππων 6και κατισχύσω τον οίκον Ιούδα και τον οίκον Ιωσήφ σώσω και κατοικιώ αυτούς ότι ηγάπησα αυτούς και έσονται ον τρόπον οτε ουκ αυτούς απέρριψα διότι εγώ κύριος ο θεός αυτών και επακούσομαι αυτών 7και έσονται ως μαχηταί τω Εφραϊμ και χαρήσεται η καρδία αυτών ως εν οίνω και τα τέκνα αυτών όψονται και ευφρανθήσονται και χαρείται η καρδία αυτών επί τω κυρίω 8σημανώ αυτούς και εισδέξομαι αυτούς διότι λυτρώσομαι αυτούς και πληθυνθήσονται καθότι ήσαν πολλοί 9και σπερώ αυτούς εν λαοίς και οι μακράν μνησθήσονται μου και εκθρέψουσι τα τέκνα αυτών και επιστρέψουσι 10και επιστρέψω αυτούς εκ γης Αιγύπτου και εξ Ασσυρίων εισδέξομαι αυτούς και εις την Γαλααδίτιν και εις τον Λίβανον εισάξω αυτούς και ου μη υπολειφθή εξ αυτών ουδέ εις 11και διελεύσονται εν θαλάσση στενή και πατάξουσιν εν θαλάσση κύματα και ξηρανθήσεται πάντα τα βάθη ποταμών και αφαιρεθήσεται πάσα η ύβρις Ασσυρίων και σκήπτρον Αιγύπτου περιαιρεθήσεται 12και κατισχύσω αυτούς εν κυρίω θεώ αυτών και εν τω ονόματι αυτού καυχήσονται λέγει κύριος
Copyright information for ABPGRK