Zephaniah 3

CHAPTER 3

Woe to Jerusalem

ω η επιφανής και απολελυτρωμένη πόλις η περιστερά ουκ εισήκουσε φωνής σου ουκ εδέξατο παιδείαν επί τω κυρίω ουκ επεποίθει και προς τον θεόν αυτής ουκ ήγγισεν οι άρχοντες αυτής εν αυτή ως λέοντες ωρυόμενοι οι κριταί αυτής ως λύκοι της Αραβίας ουχ υπελίποντο εις το πρωϊ οι προφήται αυτής πνευματοφόροι άνδρες καταφρονηταί ιερείς αυτής βεβηλούσι τα άγια και ασεβούσιν εις τον νόμον ο δε κύριος δίκαιος εν μέσω αυτής και ου μη ποιησεί άδικον πρωϊ πρωϊ δώσει κρίμα αυτού εις φως και ουκ απεκρύβη και ουκ έγνω αδικίαν εν απαιτήσει και ουκ εις νείκος αδικίαν κατέσπασα υπερηφάνους ηφανίσθησαν γωνίαι αυτών εξερήμωσω τας οδούς αυτών το παράπαν του μη διοδεύειν εξέλιπον αι πόλεις αυτών διά το μηδένα υπάρχειν μηδέ κατοικείν είπα πλην φοβείσθέ με και δέξασθε παιδείαν και ου μη εξολοθρευθήτε εξ οφθαλμών αυτής πάντα όσα εξεδίκησα επ΄ αυτήν ετοιμάζου όρθρισον διέφθαρται πάσα η επιφυλλίς αυτών διά τούτο υπόμεινόν με λέγει κύριος εις ημέραν αναστάσεώς μου εις μαρτύριον διότι το κρίμά μου εις συναγωγάς εθνών του εισδέξασθαι βασιλείς του εκχέαι επ΄ αυτούς την οργήν μου πάσαν οργήν θυμού διότι εν πυρί ζήλου μου καταναλωθήσεται πάσα η γη ότι τότε μεταστρέψω επί λαούς γλώσσαν εις γενεάν αυτής του επικαλείσθαι πάντας το όνομα κυρίου του δουλεύειν αυτώ υπό ζυγόν ένα 10 εκ περάτων ποταμών Αιθιοπίας υποδέξομαι τους διεσπαρμένους μου οίσουσι θυσιάσματα εμοί 11 εν τη ημέρα εκείνη ου μη καταισχυνθής εκ πάντων των επιτηδευμάτων σου ων ησέβησας εις εμέ ότι τότε περιελώ από σου τα φαυλίσματα της υβρεώς σου και ουκέτι μη προσθής του μεγαλαυχήσαι επί το όρος το αγιόν μου 12 και υπολείψομαι εν σοι λαόν πραϋν και ταπεινόν και ευλαβηθήσονται από του ονόματος κυρίου 13 οι κατάλοιποι του Ισραήλ και ου ποιήσουσιν αδικίαν και ου λαλήσουσι μάταια και ου μη ευρεθή εν τω στόματι αυτών γλώσσα δολία διότι αυτοί νεμήσονται και κοιτασθήσονται και ουκ έσται ο εκφοβών αυτούς 14 χαίρε θύγατερ Σιών κήρυσσε θύγατερ Ιερουσαλήμ ευφραίνου και κατατέρπου εξ όλης της καρδίας σου θύγατερ Ιερουσαλήμ

The LORD in the Midst

15 περιείλε κύριος τα αδικήματά σου λελύτρωταί σε εκ χειρός εχθρών σου βασιλεύς Ισραήλ κύριος εν μέσω σου ουκ όψει κακά ουκέτι 16 εν τω καιρώ εκείνω ερεί κύριος τη Ιερουσαλήμ θάρσει Σιών μη παρείσθωσαν αι χείρές σου 17 κύριος ο θεός σου εν σοι ο δυνατός σώσει σε επάξει επί σε ευφροσύνην και καινιεί σε εν τη αγαπήσει αυτού και ευφρανθήσεται επί σοι εν τέρψει ως εν ημέρα εορτής 18 και συνάξω τους συντετριμμένους σου ουαί τις έλαβεν επ΄ αυτήν ονειδισμόν 19 ιδού εγώ ποιώ εν σοι ένεκέν σου εν τω καιρώ εκείνω και σώσω την εκπεπιεσμένην και την απωσμένην εισδέξομαι και θήσομαι αυτούς εις καύχημα και ονομαστούς εν πάση τη γη 20 και καταισχυνθήσονται εν τω καιρώ εκείνω όταν καλώς υμίν ποιήσω και εν τω καιρώ όταν εισδέξομαι υμάς διότι δώσω υμάς ονομαστούς και εις καύχημα εν πάσι τοις λαοίς της γης εν τω επιστρέφειν με την αιχμαλωσίαν υμών ενώπιον υμών λέγει κύριος
Copyright information for ABPGRK