1 Thessalonians 5

1περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι 2αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται 3οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν 4υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη 5παντες υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους 6αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν 7οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν 8υμεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας 9οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου 10του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν 11διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε 12ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας 13και ηγεισθαι αυτους υπερεκπερισσου 0 5228 1537 4053 {ADV}εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις 14παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας 15ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας 16παντοτε χαιρετε 17αδιαλειπτως προσευχεσθε 18εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας 19το πνευμα μη σβεννυτε 20προφητειας μη εξουθενειτε 21παντα [δε] δοκιμαζετε το καλον κατεχετε 22απο παντος ειδους πονηρου απεχεσθε 23αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη 24πιστος ο καλων υμας ος και ποιησει 25αδελφοι προσευχεσθε περι ημων 26ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω 27ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις 28η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων αμην
Copyright information for Ant