Luke 23

και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον πιλατον ηρξαντο δε κατηγορειν αυτου λεγοντες τουτον ευρομεν διαστρεφοντα το εθνος και κωλυοντα καισαρι φορους διδοναι λεγοντα εαυτον χριστον βασιλεα ειναι ο δε πιλατος επηρωτησεν αυτον λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω εφη συ λεγεις ο δε πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους οτι ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας εως ωδε πιλατος δε ακουσας γαλιλαιαν επηρωτησεν ει ο ανθρωπος γαλιλαιος εστιν και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανου θελων ιδειν αυτον δια το ακουειν αυτον πολλα περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω 10 ειστηκεισαν δε οι γραμματεις και οι αρχιερεις ευτονως κατηγορουντες αυτου 11 εξουθενησας δε αυτον ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων αυτον εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω 12 εγενοντο δε φιλοι ο τε ηρωδης και ο πιλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς εαυτους 13 πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον 14 ειπεν προς αυτους προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινας ουδεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου 15 αλλ ουδε ηρωδης ανεπεμψα γαρ υμας προς αυτον και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω 16 παιδευσας ουν αυτον απολυσω 17 αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα 18 ανεκραξαν δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν βαραββαν 19 οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βεβλημενος εις την φυλακην 20 παλιν ουν ο πιλατος προσεφωνησεν θελων απολυσαι τον ιησουν 21 οι δε επεφωνουν λεγοντες σταυρωσον σταυρωσον αυτον 22 ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αξιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω 23 οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων και των αρχιερεων 24 ο δε πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων 25 απελυσεν δε αυτοις τον βαραββαν τον δια στασιν και φονον βεβλημενον εις την φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων 26 και ως απηγαγον αυτον επιλαβομενοι σιμωνος τινος κυρηναιου ερχομενου απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισω του ιησου 27 ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι και εκοπτοντο και εθρηνουν αυτον 28 στραφεις δε προς αυτας ο ιησους ειπεν θυγατερες ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων 29 οτι ιδου ερχονται ημεραι εν αις ερουσιν μακαριαι αι στειραι και κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθηλασαν 30 τοτε αρξονται λεγειν τοις ορεσιν πεσετε εφ ημας και τοις βουνοις καλυψατε ημας 31 οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται 32 ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι 33 και οτε απηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τους κακουργους ον μεν εκ δεξιων ον δε εξ αριστερων 34 ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν διαμεριζομενοι δε τα ιματια αυτου εβαλλον κληρον 35 και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε και οι αρχοντες συν αυτοις λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος ο του θεου εκλεκτος 36 ενεπαιζον δε αυτω και οι στρατιωται προσερχομενοι και οξος προσφεροντες αυτω 37 και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον 38 ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ο βασιλευς των ιουδαιων 39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων ει συ ει ο χριστος σωσον σεαυτον και ημας 40 αποκριθεις δε ο ετερος επετιμα αυτω λεγων ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει 41 και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν 42 και ελεγεν τω ιησου μνησθητι μου κυριε οταν ελθης εν τη βασιλεια σου 43 και ειπεν αυτω ο ιησους αμην λεγω σοι σημερον μετ εμου εση εν τω παραδεισω 44 ην δε ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης 45 του ηλιου εκλειποντος και εσχισθη το καταπετασμα του ναου μεσον 46 και φωνησας φωνη μεγαλη ο ιησους ειπεν πατερ εις χειρας σου παρατιθεμαι το πνευμα μου και ταυτα ειπων εξεπνευσεν 47 ιδων δε ο εκατονταρχος το γενομενον εδοξασεν τον θεον λεγων οντως ο ανθρωπος ουτος δικαιος ην 48 και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρουντες τα γενομενα τυπτοντες εαυτων τα στηθη υπεστρεφον 49 ειστηκεισαν δε παντες οι γνωστοι αυτου απο μακροθεν και γυναικες αι συνακολουθησασαι αυτω απο της γαλιλαιας ορωσαι ταυτα 50 και ιδου ανηρ ονοματι ιωσηφ βουλευτης υπαρχων και ανηρ αγαθος και δικαιος 51 ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων απο αριμαθαιας πολεως των ιουδαιων ος προσεδεχετο και αυτος την βασιλειαν του θεου 52 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου 53 και καθελων αυτο ενετυλιξεν σινδονι και εθηκεν αυτο εν μνηματι λαξευτω ου ουκ ην ουδεις ουδεπω κειμενος 54 και ημερα ην παρασκευη σαββατον επεφωσκεν 55 κατακολουθησασαι δε αι γυναικες αιτινες ησαν συνεληλυθυιαι αυτω εκ της γαλιλαιας εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου 56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην
Copyright information for Ant