Mark 5

και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γεργεσηνων και εξελθοντος αυτου εκ του πλοιου ευθεως απηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω ος την κατοικησιν ειχεν εν τοις μνημασιν και ουτε αλυσεσιν ουδεις ηδυνατο αυτον δησαι δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι και ουδεις ισχυεν αυτον δαμασαι και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις ιδων δε τον ιησουν [απο] μακροθεν εδραμεν και προσεκυνησεν αυτον και κραξας φωνη μεγαλη λεγει τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισης ελεγεν γαρ αυτω εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου και επηρωτα αυτον τι ονομα σοι και απεκριθη λεγων λεγεων ονομα μοι οτι πολλοι εσμεν 10 και παρεκαλει αυτον πολλα ινα μη αποστειλη αυτους εξω της χωρας 11 ην δε εκει αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει 12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες λεγοντες πεμψον ημας εις τους χοιρους ινα εις αυτους εισελθωμεν 13 και επετρεψεν αυτοις ευθεως ο ιησους και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν ησαν δε ως δισχιλιοι και επνιγοντο εν τη θαλασση 14 και οι βοσκοντες τους χοιρους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και εξηλθον ιδειν τι εστιν το γεγονος 15 και ερχονται προς τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον και ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγεωνα και εφοβηθησαν 16 και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων 17 και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων 18 και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η 19 και ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εις τον οικον σου προς τους σους και αναγγειλον αυτοις οσα σοι ο κυριος πεποιηκεν και ηλεησεν σε 20 και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζον 21 και διαπερασαντος του ιησου εν τω πλοιω παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον και ην παρα την θαλασσαν 22 και ερχεται εις των αρχισυναγωγων ονοματι ιαειρος και ιδων αυτον πιπτει προς τους ποδας αυτου 23 και παρεκαλει αυτον πολλα λεγων οτι το θυγατριον μου εσχατως εχει ινα ελθων επιθης αυτη τας χειρας οπως σωθη και ζησεται 24 και απηλθεν μετ αυτου και ηκολουθει αυτω οχλος πολυς και συνεθλιβον αυτον 25 και γυνη τις ουσα εν ρυσει αιματος ετη δωδεκα 26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ εαυτης παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα 27 ακουσασα περι του ιησου ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου 28 ελεγεν γαρ εν εαυτη οτι εαν αψωμαι καν των ιματιων αυτου σωθησομαι 29 και ευθεως εξηρανθη η πηγη του αιματος αυτης και εγνω τω σωματι οτι ιαται απο της μαστιγος 30 και ευθεως ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν τις μου ηψατο των ιματιων 31 και ελεγον αυτω οι μαθηται αυτου βλεπεις τον οχλον συνθλιβοντα σε και λεγεις τις μου ηψατο 32 και περιεβλεπετο ιδειν την τουτο ποιησασαν 33 η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν επ αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν 34 ο δε ειπεν αυτη θυγατερ η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην και ισθι υγιης απο της μαστιγος σου 35 ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον 36 ο δε ιησους ευθεως ακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε 37 και ουκ αφηκεν αυτω ουδενα συνακολουθησαι ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου 38 και ερχεται εις τον οικον του αρχισυναγωγου και θεωρει θορυβον [και] κλαιοντας και αλαλαζοντας πολλα 39 και εισελθων λεγει αυτοις τι θορυβεισθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει 40 και κατεγελων αυτου ο δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου και εισπορευεται οπου ην το παιδιον ανακειμενον 41 και κρατησας της χειρος του παιδιου λεγει αυτη ταλιθα κουμι ο εστιν μεθερμηνευομενον το κορασιον σοι λεγω εγειρε 42 και ευθεως ανεστη το κορασιον και περιεπατει ην γαρ ετων δωδεκα και εξεστησαν εκστασει μεγαλη 43 και διεστειλατο αυτοις πολλα ινα μηδεις γνω τουτο και ειπεν δοθηναι αυτη φαγειν
Copyright information for Ant