Revelation of John 14

και ειδον και ιδου το αρνιον εστηκος επι το ορος σιων και μετ αυτου εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων και ηκουσα [φωνην] εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων και αδουσιν ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες οι ηγορασμενοι απο της γης ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι εισιν οι ακολουθουντες τω αρνιω οπου αν υπαγη ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω και ουχ ευρεθη ψευδος εν τω στοματι αυτων αμωμοι γαρ εισιν και ειδον αλλον αγγελον πετομενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι επι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον λεγων εν φωνη μεγαλη φοβηθητε τον κυριον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και την θαλασσαν και πηγας υδατων και αλλος δευτερος αγγελος ηκολουθησεν λεγων επεσεν επεσεν βαβυλων η μεγαλη η εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα εθνη και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει το χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου 10 και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου 11 και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου 12 ωδε η υπομονη των αγιων εστιν οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου 13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι ναι λεγει το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων 14 και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενος ομοιος υιω ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ 15 και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν η ωρα [του] θερισαι οτι εξηρανθη ο θερισμος της γης 16 και εβαλεν ο καθημενος επι την νεφελην το δρεπανον αυτου επι την γην και εθερισθη η γη 17 και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ 18 και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου εχων εξουσιαν επι του πυρος και εφωνησεν κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης οτι ηκμασεν η σταφυλη της γης 19 και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου την μεγαλην 20 και επατηθη η ληνος εξω της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων
Copyright information for Ant