Revelation of John 2

τω αγγελω της εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου και οτι ου δυνη βαστασαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους ειναι και ουκ εισιν και ευρες αυτους ψευδεις και υπομονην εχεις και εβαστασας δια το ονομα μου και ου κεκοπιακας αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκας μνημονευε ουν ποθεν πεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν τω παραδεισω του θεου μου και τω αγγελω της εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα 10 μηδεν φοβου α μελλεις παθειν ιδου [δη] μελλει βαλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εξετε θλιψιν ημερας δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης 11 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου 12 και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν 13 οιδα τα εργα σου και που κατοικεις οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου [και] εν ταις ημεραις αις αντιπας ο μαρτυς μου ο πιστος ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει 14 αλλα εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδαξεν τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ και φαγειν ειδωλοθυτα και πορνευσαι 15 ουτως εχεις και συ κρατουντας την διδαχην των νικολαιτων ομοιως 16 μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου 17 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων 18 και τω αγγελω της εν θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θεου ο εχων τους οφθαλμους αυτου ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω 19 οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων 20 αλλα εχω κατα σου ολιγα οτι αφεις την γυναικα σου ιεζαβελ η λεγει εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα 21 και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης 22 ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη μετανοησωσιν εκ των εργων αυτης 23 και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων 24 υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος 25 πλην ο εχετε κρατησατε αχρι ου αν ηξω 26 και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων 27 και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβησεται ως καγω ειληφα παρα του πατρος μου 28 και δωσω αυτω τον αστερα τον πρωινον 29 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις
Copyright information for Ant