Revelation of John 20

και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειν της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου και εκρατησεν τον δρακοντα τον οφιν τον αρχαιον ος εστιν διαβολος και [ο] σατανας [ο πλανων την οικουμενην] και εδησεν αυτον χιλια ετη και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανα ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη μετα ταυτα δει αυτον λυθηναι μικρον χρονον και ειδον θρονους και εκαθισαν επ αυτους και κριμα εδοθη αυτοις και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινες ου προσεκυνησαν το θηριον ουτε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον αυτων και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα του χριστου χιλια ετη και οι λοιποι των νεκρων ουκ εζησαν εως τελεσθη τα χιλια ετη αυτη η αναστασις η πρωτη μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου χιλια ετη και οταν τελεσθη τα χιλια ετη λυθησεται ο σατανας εκ της φυλακης αυτου και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης τον γωγ και τον μαγωγ συναγαγειν αυτους εις τον πολεμον ων ο αριθμος αυτων ως η αμμος της θαλασσης και ανεβησαν επι το πλατος της γης και εκυκλευσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ εκ του ουρανου απο του θεου και κατεφαγεν αυτους 10 και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και του θειου οπου και το θηριον και ο ψευδοπροφητης και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων 11 και ειδον θρονον μεγαν λευκον και τον καθημενον επ αυτω ου απο προσωπου εφυγεν η γη και ο ουρανος και τοπος ουχ ευρεθη αυτοις 12 και ειδον τους νεκρους τους μεγαλους και τους μικρους εστωτας ενωπιον του θρονου και βιβλια ηνοιχθησαν και αλλο βιβλιον ηνοιχθη ο εστιν της ζωης και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων 13 και εδωκεν η θαλασσα τους νεκρους τους εν αυτη και ο θανατος και ο αδης εδωκαν τους νεκρους τους εν αυτοις και εκριθησαν εκαστος κατα τα εργα αυτων 14 και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος ουτος ο θανατος ο δευτερος εστιν 15 και ει τις ουχ ευρεθη εν τη βιβλω της ζωης γεγραμμενος εβληθη εις την λιμνην του πυρος
Copyright information for Ant