2 Corinthians 13

τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν γραφω τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν και γαρ ει εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεθα συν αυτω εκ δυναμεως θεου εις υμας εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν εστιν ει μη τι αδοκιμοι εστε ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι ευχομαι δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν ου γαρ δυναμεθα τι κατα της αληθειας αλλ υπερ της αληθειας χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο δε και ευχομεθα την υμων καταρτισιν 10 δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην εδωκεν μοι ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν 11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων 12 ασπασασθε αλληλους εν αγιω φιληματι 13 ασπαζονται υμας οι αγιοι παντες 14 η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων αμην
Copyright information for Byz