Revelation of John 1

αποκαλυψις ιησου χριστου ην εδωκεν αυτω ο θεος δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει και εσημανεν αποστειλας δια του αγγελου αυτου τω δουλω αυτου ιωαννη ος εμαρτυρησεν τον λογον του θεου και την μαρτυριαν ιησου χριστου οσα ειδεν va μακαριος ο αναγινωσκων και οι ακουοντες τους λογους της προφητειας και τηρουντες τα εν αυτη γεγραμμενα ο γαρ καιρος εγγυς ιωαννης ταις επτα εκκλησιαις ταις εν τη ασια χαρις υμιν και ειρηνη απο θεου | |ο ων και ο ην και ο ερχομενος και απο των επτα πνευματων α |ενωπιον vaτου θρονου αυτου και απο ιησου χριστου ο μαρτυς ο πιστος ο πρωτοτοκος των νεκρων και ο αρχων των βασιλεων της γης τω αγαπωντι vaημας και λουσαντι ημας απο των αμαρτιων ημων εν τω αιματι αυτου και εποιησεν ημας βασιλειαν ιερεις τω θεω και πατρι αυτου αυτω η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην ιδου ερχεται μετα των νεφελων και οψεται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκεντησαν και κοψονται επ αυτον πασαι αι φυλαι της γης ναι αμην εγω ειμι το αλφα και το ω λεγει κυριος ο θεος ο ων και ο ην και ο ερχομενος ο παντοκρατωρ εγω ιωαννης ο αδελφος υμων και κοινωνος vaεν τη θλιψει και βασιλεια και υπομονη εν χριστω ιησου εγενομην εν τη νησω τη καλουμενη πατμω δια τον λογον του θεου και δια την μαρτυριαν ιησου χριστου 10 εγενομην εν πνευματι εν τη κυριακη ημερα και ηκουσα φωνην οπισω μου μεγαλην ως σαλπιγγος 11 λεγουσης ο βλεπεις γραψον εις βιβλιον και πεμψον ταις επτα εκκλησιαις εις εφεσον και εις σμυρναν και εις περγαμον και εις θυατειρα και εις σαρδεις και εις φιλαδελφειαν και εις λαοδικειαν 12 και εκει vaεπεστρεψα βλεπειν την φωνην ητις ελαλει μετ εμου και επιστρεψας ειδον επτα λυχνιας χρυσας 13 και εν μεσω των επτα λυχνιων ομοιον υιω vaανθρωπου ενδεδυμενον ποδηρη και περιεζωσμενον προς τοις μαστοις ζωνην χρυσην 14 η δε κεφαλη αυτου και αι τριχες λευκαι ως vaεριον λευκον ως χιων και οι οφθαλμοι αυτου ως φλοξ πυρος 15 και οι ποδες αυτου ομοιοι χαλκολιβανω ως εν καμινω πεπυρωμενοι και η φωνη αυτου ως φωνη υδατων πολλων 16 και εχων εν τη δεξια αυτου χειρι vaαστερας επτα και εκ του στοματος αυτου ρομφαια διστομος οξεια εκπορευομενη και η οψις αυτου ως ο ηλιος φαινει εν τη δυναμει αυτου 17 και οτε ειδον αυτον επεσα προς τους ποδας αυτου ως νεκρος και εθηκεν |επεθηκεν |την δεξιαν |αυτου vaεπ εμε λεγων μη φοβου εγω ειμι ο πρωτος και ο εσχατος 18 και ο ζων και εγενομην νεκρος και ιδου ζων ειμι εις τους αιωνας των αιωνων αμην και εχω τας κλεις vaτου θανατου και του αδου 19 γραψον ουν α ειδες και α εισιν και α μελλει γινεσθαι μετα ταυτα 20 το μυστηριον των επτα αστερων ων ειδες επι της δεξιας μου και τας επτα λυχνιας τας χρυσας οι επτα αστερες αγγελοι των επτα εκκλησιων εισιν και αι λυχνιαι αι επτα vaεπτα εκκλησιαι εισιν
Copyright information for Byz