Revelation of John 10

1και ειδον αγγελον ισχυρον καταβαινοντα εκ του ουρανου περιβεβλημενον νεφελην και η ιρις επι της κεφαλης αυτου και το προσωπον αυτου ως ο ηλιος και οι ποδες αυτου ως στυλοι πυρος 2και εχων |ειχεν |εν τη χειρι αυτου |βιβλιον vaανεωγμενον και εθηκεν τον ποδα αυτου τον δεξιον επι της θαλασσης τον δε ευωνυμον επι της γης 3και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυκαται και οτε εκραξεν ελαλησαν αι επτα βρονται τας εαυτων φωνας 4και οτε ελαλησαν αι επτα βρονται εμελλον γραφειν και ηκουσα φωνην εκ του ουρανου λεγουσαν σφραγισον α ελαλησαν αι επτα βρονται και μη αυτα γραψης 5και ο αγγελος ον ειδον εστωτα επι της θαλασσης και επι της γης ηρεν την χειρα αυτου την δεξιαν εις τον ουρανον 6και ωμοσεν vaτω ζωντι εις τους αιωνας των αιωνων ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη και την θαλασσαν και τα εν αυτη οτι χρονος ουκετι εσται 7αλλ εν ταις ημεραις της φωνης του εβδομου αγγελου οταν μελλη σαλπιζειν και ετελεσθη vaτο μυστηριον του θεου ως ευηγγελισεν τους δουλους αυτου τους προφητας 8και η φωνη ην ηκουσα εκ του ουρανου παλιν λαλουσα μετ εμου και λεγουσα υπαγε λαβε το βιβλιδαριον το ανεωγμενον εν τη χειρι του αγγελου του εστωτος επι της θαλασσης και επι της γης 9και απηλθον προς τον αγγελον λεγων αυτω δουναι vaμοι το βιβλιδαριον και λεγει μοι λαβε και καταφαγε αυτο και πικρανει σου την κοιλιαν αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι 10και ελαβον το βιβλιον vaεκ της χειρος του αγγελου και κατεφαγον αυτο και ην εν τω στοματι μου ως μελι γλυκυ και οτε εφαγον αυτο επικρανθη η κοιλια μου 11και λεγουσιν vaμοι δει σε παλιν προφητευσαι επι λαοις και επι εθνεσιν και γλωσσαις και βασιλευσιν πολλοις
Copyright information for Byz