Revelation of John 12

και σημειον μεγα ωφθη εν τω ουρανω γυνη περιβεβλημενη τον ηλιον και η σεληνη υποκατω των ποδων αυτης και επι της κεφαλης αυτης στεφανος αστερων δωδεκα και εν γαστρι εχουσα εκραζεν ωδινουσα και βασανιζομενη τεκειν και ωφθη αλλο σημειον εν τω ουρανω και ιδου δρακων πυρος μεγας vaεχων κεφαλας επτα και κερατα δεκα και επι τας κεφαλας αυτου επτα διαδηματα και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου και εβαλεν αυτους εις την γην και ο δρακων εστηκεν ενωπιον της γυναικος της μελλουσης τεκειν ινα οταν τεκη το τεκνον αυτης καταφαγη και ετεκεν υιον αρρενα ος μελλει ποιμαινειν παντα τα εθνη εν ραβδω σιδηρα και ηρπασθη το τεκνον αυτης προς τον θεον και προς τον θρονον αυτου και η γυνη εφυγεν εις την ερημον οπου εχει εκει τοπον ητοιμασμενον υπο |απο |του θεου ινα εκει |εκτρεφωσιν vaαυτην ημερας χιλιας διακοσιας εξηκοντα και εγενετο πολεμος εν τω ουρανω ο μιχαηλ και οι αγγελοι αυτου πολεμησαι μετα του δρακοντος και ο δρακων επολεμησεν και οι αγγελοι αυτου και ουκ ισχυσεν vaουδε τοπος ευρεθη αυτω ετι εν τω ουρανω και εβληθη ο δρακων ο μεγας ο οφις ο αρχαιος ο καλουμενος διαβολος και σατανας ο πλανων την οικουμενην ολην εβληθη εις την γην και οι αγγελοι αυτου μετ αυτου εβληθησαν 10 και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν αρτι εγενετο η σωτηρια και η δυναμις και η βασιλεια του θεου ημων και η εξουσια του χριστου αυτου οτι εβληθη ο κατηγορος των αδελφων ημων ο κατηγορων αυτων ενωπιον του θεου ημων ημερας και νυκτος 11 και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον της μαρτυριας αυτων και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου 12 δια τουτο ευφραινεσθε ουρανοι vaκαι οι εν αυτοις σκηνουντες ουαι τη γη και τη θαλασση οτι κατεβη ο διαβολος προς υμας εχων θυμον μεγαν ειδως οτι ολιγον καιρον εχει 13 και οτε ειδεν ο δρακων οτι εβληθη εις την γην εδιωξεν την γυναικα ητις ετεκεν τον αρρενα 14 και εδοθησαν τη γυναικι δυο πτερυγες του αετου του μεγαλου ινα πετηται εις την ερημον εις τον τοπον αυτης οπως τρεφηται εκει καιρον και καιρους και ημισυ καιρου απο προσωπου του οφεως 15 και εβαλεν ο οφις εκ του στοματος αυτου οπισω της γυναικος υδωρ ως ποταμον ινα αυτην ποταμοφορητον ποιηση 16 και εβοηθησεν η γη τη γυναικι και ηνοιξεν η γη το στομα αυτης και κατεπιεν τον ποταμον ον εβαλεν ο δρακων εκ του στοματος αυτου 17 και ωργισθη ο δρακων επι τη γυναικι και απηλθεν ποιησαι πολεμον μετα των λοιπων του σπερματος αυτης των τηρουντων τας εντολας του θεου και εχοντων την μαρτυριαν ιησου
Copyright information for Byz