Revelation of John 13

1και εσταθην επι την αμμον της θαλασσης και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κερατα δεκα και κεφαλας επτα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονοματα βλασφημιας 2και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην 3και μιαν εκ των κεφαλων αυτου ωσει εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασεν ολη η γη οπισω του θηριου 4και προσεκυνησαν τω δρακοντι τω δεδωκοτι την εξουσιαν τω θηριω και προσεκυνησαν τω θηριω λεγοντες τις ομοιος τω θηριω και | |τις |δυνατος vaπολεμησαι μετ αυτου 5και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιαν και εδοθη αυτω εξουσια πολεμον ποιησαι μηνας τεσσαρακοντα δυο 6και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τους εν τω ουρανω σκηνουντας 7και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος 8και προσκυνησουσιν αυτω vaπαντες οι κατοικουντες επι της γης ων ου γεγραπται το ονομα εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου 9ει τις εχει ους ακουσατω 10ει τις εχει |εις |αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρα |αποκτενει | |δει αυτον |εν μαχαιρα vaαποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων 11και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων 12και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και εποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησωσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου 13και ποιει σημεια μεγαλα και πυρ ινα εκ του ουρανου καταβαινη |ινα και πυρ ποιη καταβαινειν εκ του ουρανου | |επι vaτην γην ενωπιον των ανθρωπων 14και πλανα τους εμους | |τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ο ειχεν |την | |πληγην |και εζησεν απο της μαχαιρας va 15και εδοθη αυτω πνευμα δουναι τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν 16και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωσωσιν |δωσιν |αυτοις |χαραγματα |χαραγμα |επι της χειρος αυτων της δεξιας η επι |το μετωπον vaαυτων 17και ινα μη τις δυναται vaαγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου 18ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και | |ο αριθμος αυτου |εστιν | | |εξακοσια εξηκοντα εξ va
Copyright information for Byz