Revelation of John 14

και ειδον και ιδου το | |αρνιον εστηκος επι το ορος σιων και μετ αυτου |αριθμος | | |εκατον τεσσαρακοντα τεσσαρες vaχιλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων και αδουσιν ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις εδυνατο |ηδυνατο |μαθειν την ωδην ει μη αι |εκατον τεσσαρακοντα τεσσαρες vaχιλιαδες οι ηγορασμενοι απο της γης ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι εισιν οι ακολουθουντες τω αρνιω οπου αν vaυπαγη ουτοι υπο ιησου ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω και ουχ ευρεθη εν τω στοματι αυτων vaψευδος αμωμοι γαρ εισιν και ειδον αγγελον πετομενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον λεγων εν φωνη μεγαλη φοβηθητε τον κυριον |θεον |και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε |αυτον | | |τον ποιησαντα vaτον ουρανον και την γην και την θαλασσαν και πηγας υδατων και αλλος δευτερος αγγελος |αγγελος δευτερος |ηκολουθησεν λεγων |επεσεν vaβαβυλων η μεγαλη εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα τα εθνη και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου 10 και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου 11 και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου 12 ωδε η υπομονη των αγιων εστιν οι vaτηρουντες τας εντολας του θεου και την πιστιν ιησου 13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης |λεγουσης μοι |γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι |λεγει ναι vaτο πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων 14 και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενον ομοιον υιω ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ 15 και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν η ωρα θερισαι vaοτι εξηρανθη ο θερισμος της γης 16 και εβαλεν ο καθημενος επι την νεφελην το δρεπανον αυτου επι την γην και εθερισθη η γη 17 και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ 18 και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου εχων εξουσιαν επι του πυρος και εφωνησεν |εφωνησεν εν |κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης οτι |ηκμασαν αι σταφυλαι αυτης va 19 και εβαλεν vaο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου τον μεγαν 20 και επατηθη η ληνος εξωθεν της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων va
Copyright information for Byz