Revelation of John 18

1μετα vaταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ της δοξης αυτου 2και εκραξεν |εκραξεν εν |ισχυρα φωνη λεγων |επεσεν vaβαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου 3οτι εκ του οινου του θυμου vaτης πορνειας αυτης πεπτωκασιν παντα τα εθνη και οι βασιλεις της γης μετ αυτης επορνευσαν και οι εμποροι της γης εκ της δυναμεως του στρηνους αυτης επλουτησαν 4και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν εξελθε vaεξ αυτης ο λαος μου ινα μη συγκοινωνησητε ταις αμαρτιαις αυτης και εκ των πληγων αυτης ινα μη λαβητε 5οτι εκολληθησαν αυτης αι αμαρτιαι αχρι του ουρανου και εμνημονευσεν vaο θεος τα αδικηματα αυτης 6αποδοτε αυτη ως και αυτη απεδωκεν |απεδωκεν υμιν |και διπλωσατε αυτη διπλα κατα τα εργα αυτης εν τω |ποτηριω vaω εκερασεν κερασατε αυτη διπλουν 7οσα εδοξασεν αυτην vaκαι εστρηνιασεν τοσουτον δοτε αυτη βασανισμον και πενθος οτι εν τη καρδια αυτης λεγει οτι καθημαι βασιλισσα και χηρα ουκ ειμι και πενθος ου μη ιδω 8δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτης θανατος και vaπενθος και λιμος και εν πυρι κατακαυθησεται οτι ισχυρος κυριος ο θεος ο κρινας αυτην 9και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεις της γης οι μετ αυτης πορνευσαντες και στρηνιασαντες οταν βλεπωσιν τον καπνον της πυρωσεως αυτης 10απο μακροθεν εστηκοτες δια τον φοβον του βασανισμου αυτης λεγοντες ουαι ουαι η πολις η μεγαλη βαβυλων η πολις η ισχυρα οτι μια ωρα ηλθεν η κρισις σου 11και οι εμποροι της γης κλαυσουσιν |κλαιουσιν |και |πενθησουσιν vaεπ αυτη οτι τον γομον αυτων ουδεις αγοραζει ουκετι 12γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτου και βυσσινου vaκαι πορφυρου και σηρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου 13και κιναμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και προβατα και κτηνη |κτηνη και προβατα |και ιππων και |ραιδων vaκαι σωματων και ψυχας ανθρωπων 14και η οπωρα της επιθυμιας της ψυχης σου απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο |απηλθεν |απο σου και ουκετι |αυτα ου μη ευρης va 15οι εμποροι τουτων οι πλουτησαντες απ αυτης απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτης κλαιοντες και πενθουντες 16και | |λεγοντες ουαι |ουαι | |η πολις η μεγαλη η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη |χρυσιω vaκαι λιθω τιμιω και μαργαριταις 17οτι μια ωρα ηρημωθη ο τοσουτος πλουτος και πας κυβερνητης και πας ο | | |επι τοπον πλεων vaκαι ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν 18και εκραζον βλεποντες τον καπνον της πυρωσεως αυτης λεγοντες τις ομοια τη πολει τη μεγαλη 19και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες και λεγοντες ουαι ουαι η πολις η μεγαλη εν η επλουτησαν παντες οι εχοντες τα πλοια εν τη θαλασση εκ της τιμιοτητος αυτης οτι μια ωρα ηρημωθη 20ευφραινου επ αυτη ουρανε και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινεν ο θεος το κριμα υμων εξ αυτης 21και ηρεν εις αγγελος ισχυρος λιθον ως μυλον μεγαν και εβαλεν εις την θαλασσαν λεγων ουτως ορμηματι βληθησεται βαβυλων η μεγαλη πολις και ου μη ευρεθη ετι 22και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πας τεχνιτης πασης τεχνης ου μη ευρεθη εν σοι ετι και φωνη μυλου ου μη ακουσθη εν σοι ετι 23και φως λυχνου ου μη φανη εν σοι ετι και φωνη νυμφιου και νυμφης ου μη ακουσθη εν σοι ετι οτι οι εμποροι σου ησαν οι μεγιστανες της γης οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη 24και εν αυτη αιματα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι της γης
Copyright information for Byz