Revelation of John 19

μετα vaταυτα ηκουσα ως φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων αλληλουια η σωτηρια και η δυναμις και η δοξα του θεου ημων οτι αληθιναι και δικαιαι αι κρισεις αυτου οτι εκρινεν την πορνην την μεγαλην ητις διεφθειρεν την γην εν τη πορνεια αυτης και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειρος vaαυτης και δευτερον ειρηκεν αλληλουια και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων και επεσον |επεσαν |οι πρεσβυτεροι οι |εικοσι τεσσαρες |κδ |και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι |του θρονου vaλεγοντες αμην αλληλουια και φωνη απο vaτου θρονου εξηλθεν λεγουσα αινειτε τον θεον ημων παντες οι δουλοι αυτου και οι φοβουμενοι αυτον οι μικροι και οι μεγαλοι και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντες vaαλληλουια οτι εβασιλευσεν κυριος ο θεος ημων ο παντοκρατωρ χαιρωμεν και αγαλλιωμεθα και δωμεν την δοξαν αυτω οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον και καθαρον το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι του θεου εισιν va 10 και επεσα vaεμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια του ιησου εστιν το πνευμα της προφητειας 11 και ειδον τον ουρανον ανεωγμενον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον καλουμενος πιστος και αληθινος και εν δικαιοσυνη κρινει και πολεμει 12 οι δε οφθαλμοι αυτου φλοξ πυρος και επι την κεφαλην αυτου διαδηματα πολλα εχων ονοματα γεγραμμενα και ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος 13 και περιβεβλημενος ιματιον βεβαμμενον αιματι και καλειται vaτο ονομα αυτου ο λογος του θεου 14 και τα στρατευματα τα vaεν τω ουρανω ηκολουθει αυτω επι ιπποις λευκοις ενδεδυμενοι βυσσινον λευκον καθαρον 15 και εκ του στοματος αυτου εκπορευεται ρομφαια διστομος οξεια ινα εν αυτη παταξη τα εθνη και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκρατορος 16 και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον βασιλευς βασιλεων και κυριος κυριων 17 και ειδον αγγελον |ενα αγγελον |εστωτα εν τω ηλιω και εκραξεν φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετομενοις εν μεσουρανηματι δευτε συναχθητε εις |το δειπνον το μεγα του vaθεου 18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτων και σαρκας παντων ελευθερων τε και δουλων και μικρων τε vaκαι μεγαλων 19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου 20 και επιασθη το θηριον και ο μετ αυτου |μετ αυτου ο |ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος την καιομενην εν |θειω va 21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εξελθουση εκ του στοματος αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων
Copyright information for Byz