Revelation of John 20

και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειν της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου και εκρατησεν τον δρακοντα τον οφιν τον αρχαιον ος εστιν διαβολος και ο vaσατανας ο πλανων την οικουμενην ολην και εδησεν αυτον χιλια ετη και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανα ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη και | |μετα ταυτα δει |αυτον λυθηναι vaμικρον χρονον και ειδον θρονους και εκαθισαν επ αυτους και κριμα εδοθη αυτοις και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινες ου προσεκυνησαν το θηριον ουδε |τω θηριω ουτε |την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το |μετωπον |μετωπον αυτων |και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα του χριστου |τα vaχιλια ετη και οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χιλια ετη αυτη η αναστασις η πρωτη μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου χιλια ετη και οταν τελεσθη vaτα χιλια ετη λυθησεται ο σατανας εκ της φυλακης αυτου και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης τον γωγ και τον μαγωγ συναγαγειν αυτους εις τον πολεμον ων ο αριθμος vaως η αμμος της θαλασσης και ανεβησαν επι το πλατος της γης και εκυκλωσαν vaτην παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ εκ του ουρανου απο του θεου και κατεφαγεν αυτους 10 και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και θειου οπου και το θηριον και ο ψευδοπροφητης και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων 11 και ειδον θρονον μεγαν λευκον vaκαι τον καθημενον επ αυτον ου απο προσωπου εφυγεν η γη και ο ουρανος και τοπος ουχ ευρεθη αυτοις 12 και ειδον τους νεκρους τους μεγαλους και τους μικρους εστωτας ενωπιον του θρονου και βιβλια ηνεωχθησαν vaκαι αλλο βιβλιον ηνεωχθη ο εστιν της ζωης και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων 13 και εδωκεν η θαλασσα τους νεκρους τους εν αυτη |εν αυτη νεκρους |και ο θανατος και ο αδης εδωκαν τους |νεκρους τους εν αυτοις vaκαι εκριθησαν εκαστος κατα τα εργα αυτων 14 και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος ουτος ο θανατος ο δευτερος εστιν η λιμνη του πυρος 15 και ει τις ουχ ευρεθη εν τω βιβλιω vaτης ζωης γεγραμμενος εβληθη εις την λιμνην του πυρος
Copyright information for Byz