Revelation of John 21

και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτος ουρανος και η πρωτη γη απηλθον vaκαι η θαλασσα ουκ εστιν ετι και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου vaητοιμασμενην ως νυμφην κεκοσμημενην τω ανδρι αυτης και ηκουσα φωνης μεγαλης εκ του ουρανου λεγουσης ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαος αυτου εσονται και αυτος ο θεος εσται μετ αυτων va και εξαλειψει |εξαλειψει απ αυτων |παν δακρυον απο των οφθαλμων αυτων και ο θανατος ουκ εσται ετι ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι οτι τα πρωτα |απηλθον va και ειπεν ο καθημενος επι τω θρονω ιδου παντα καινα ποιω |καινα ποιω παντα |και λεγει μοι γραψον οτι ουτοι οι λογοι |αληθινοι και πιστοι vaεισιν και ειπεν μοι γεγονα το |εγω το |αλφα και το ω η αρχη και το τελος εγω τω διψωντι |δωσω vaεκ της πηγης του υδατος της ζωης δωρεαν ο νικων κληρονομησει vaταυτα και εσομαι αυτω θεος και αυτος εσται μοι υιος τοις δε δειλοις και απιστοις και αμαρτωλοις και εβδελυγμενοις και φονευσιν και πορνοις και φαρμακοις και ειδωλολατραις και πασιν τοις ψευδεσιν το μερος αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατος ο δευτερος και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας γεμουσας των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την γυναικα την νυμφην του αρνιου 10 και απηνεγκεν με εν πνευματι επ ορος μεγα και υψηλον και εδειξεν μοι την πολιν την μεγαλην vaτην αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου 11 εχουσαν την δοξαν του θεου ο φωστηρ αυτης ομοιος λιθω τιμιωτατω ως λιθω ιασπιδι κρυσταλλιζοντι va 12 εχουσα τειχος μεγα και υψηλον εχουσα πυλωνας δωδεκα και επι τοις πυλωσιν αγγελους δωδεκα και ονοματα επιγεγραμμενα α εστιν ονοματα | |των δωδεκα φυλων |των vaυιων ισραηλ 13 απο ανατολων πυλωνες τρεις και απο βορρα πυλωνες τρεις και απο νοτου πυλωνες τρεις και απο δυσμων πυλωνες τρεις 14 και το τειχος της πολεως εχον θεμελιους δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου 15 και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τους πυλωνας αυτης και το τειχος αυτης va 16 και η πολις τετραγωνος κειται και το μηκος αυτης οσον το πλατος και εμετρησεν την πολιν τω καλαμω επι σταδιους δωδεκα |δεκαδυο |χιλιαδων |δωδεκα vaτο μηκος και το πλατος και το υψος αυτης ισα εστιν 17 και εμετρησεν | |το τειχος αυτης |εκατον τεσσαρακοντα τεσσαρων vaπηχων μετρον ανθρωπου ο εστιν αγγελου 18 και ην η ενδομησις του τειχους αυτης ιασπις και η πολις χρυσιον καθαρον ομοιον υελω vaκαθαρω 19 οι vaθεμελιοι του τειχους της πολεως παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιος ο πρωτος ιασπις ο δευτερος σαπφειρος ο τριτος χαλκηδων ο τεταρτος σμαραγδος 20 ο πεμπτος σαρδονυξ ο εκτος σαρδιον vaο εβδομος χρυσολιθος ο ογδοος βηρυλλος ο ενατος τοπαζιον ο δεκατος χρυσοπρασος ο ενδεκατος υακινθος ο δωδεκατος αμεθυσος 21 και οι δωδεκα πυλωνες δωδεκα μαργαριται ανα εις εκαστος των πυλωνων ην εξ ενος μαργαριτου και η πλατεια της πολεως χρυσιον καθαρον ως υελος διαυγης 22 και ναον ουκ ειδον εν αυτη ο γαρ κυριος ο θεος ο παντοκρατωρ ναος αυτης εστιν και το αρνιον 23 και η πολις ου χρειαν εχει του ηλιου ουδε της σεληνης ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνος αυτης το αρνιον 24 και περιπατησουσιν τα εθνη δια του φωτος αυτης και οι βασιλεις της γης φερουσιν αυτω δοξαν και τιμην των εθνων vaεις αυτην 25 και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημερας νυξ γαρ ουκ εσται εκει 26 και οισουσιν την δοξαν και την τιμην των εθνων εις αυτην va 27 και ου μη εισελθη εις αυτην παν κοινον και ποιουν vaβδελυγμα και ψευδος ει μη οι γεγραμμενοι εν τω βιβλιω της ζωης του αρνιου
Copyright information for Byz