Revelation of John 3

1και τω αγγελω της εν σαρδεσιν εκκλησιας γραψον ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τους επτα αστερας οιδα σου τα εργα οτι ονομα εχεις οτι ζης vaκαι νεκρος ει 2γινου γρηγορων και στηρισον |στηριξον/τηρησον |τα λοιπα α |εμελλες vaαποβαλλειν ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θεου μου 3μνημονευε ουν πως ειληφας και ηκουσας και τηρει | |και μετανοησον εαν ουν μη γρηγορησης ηξω επι σε ως κλεπτης και ου μη |γνως vaποιαν ωραν ηξω επι σε 4αλλ ολιγα εχεις ονοματα εν σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσιν μετ εμου εν λευκοις οτι αξιοι εισιν 5ο νικων ουτος περιβαλειται εν ιματιοις λευκοις και ου μη εξαλειψω το ονομα αυτου εκ της βιβλου της ζωης και ομολογησω το ονομα αυτου ενωπιον του πατρος μου και ενωπιον των αγγελων αυτου 6ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις 7και τω αγγελω της εν φιλαδελφεια εκκλησιας γραψον ταδε λεγει ο αγιος ο αληθινος ο εχων την κλειν του δαυιδ |δαδ |ο ανοιγων και ουδεις κλεισει |αυτην ει μη ο ανοιγων | | |και vaουδεις ανοιξει 8οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ανεωγμενην ην ουδεις δυναται κλεισαι αυτην οτι μικραν εχεις δυναμιν και ετηρησας μου τον λογον και ουκ ηρνησω το ονομα μου 9ιδου διδωμι εκ της συναγωγης του σατανα των λεγοντων εαυτους ιουδαιους ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτους ινα ηξωσιν και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι ηγαπησα vaσε 10οτι ετηρησας τον λογον της υπομονης μου καγω σε τηρησω εκ της ωρας του πειρασμου της μελλουσης ερχεσθαι επι της οικουμενης ολης πειρασαι τους κατοικουντας επι της γης 11ερχομαι ταχυ κρατει ο εχεις ινα μηδεις λαβη τον στεφανον σου 12ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα της πολεως του θεου μου της καινης ιερουσαλημ η καταβαινει εκ |απο |του ουρανου απο του θεου μου και το ονομα |μου vaτο καινον 13ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις 14και τω αγγελω της εν λαοδικεια εκκλησιας γραψον ταδε λεγει ο αμην ο μαρτυς ο πιστος και αληθινος η αρχη της κτισεως του θεου 15οιδα σου τα εργα οτι ουτε ψυχρος ει ουτε ζεστος οφελον ψυχρος ης η ζεστος 16ουτως οτι χλιαρος ει και ου ζεστος ουτε ψυχρος μελλω σε εμεσαι εκ του στοματος μου 17οτι λεγεις πλουσιος ειμι και πεπλουτηκα και ουδενος χρειαν εχω και ουκ οιδας οτι συ ει ο ταλαιπωρος και ο ελεεινος και πτωχος και τυφλος και γυμνος 18συμβουλευω σοι αγορασαι χρυσιον παρ εμου πεπυρωμενον εκ πυρος ινα πλουτησης και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη της γυμνοτητος σου και κολλυριον |κολλουριον | |ινα εγχριση vaτους οφθαλμους σου ινα βλεπης 19εγω οσους εαν φιλω ελεγχω και παιδευω ζηλωσον vaουν και μετανοησον 20ιδου εστηκα επι την θυραν και κρουω εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν και εισελευσομαι προς αυτον και δειπνησω μετ αυτου και αυτος μετ εμου 21ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ως καγω ενικησα και εκαθισα μετα του πατρος μου εν τω θρονω αυτου 22ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις
Copyright information for Byz