Revelation of John 5

1και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και εξωθεν κατεσφραγισμενον σφραγισιν επτα 2και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τις αξιος εστιν ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου 3και ουδεις εδυνατο εν τω ουρανω ανω | | |ουτε |ουδε |επι της γης |ουτε vaυποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 4και εγω εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 5και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαυιδ |δαδ | |ο ανοιγων vaτο βιβλιον και τας επτα σφραγιδας αυτου 6και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχον κερατα επτα και οφθαλμους επτα α εισιν τα επτα πνευματα του θεου αποστελλομενα εις πασαν την γην 7και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου 8και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες |κδ |πρεσβυτεροι επεσον ενωπιον του αρνιου εχοντες εκαστος |κιθαραν |κιθαρας |και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν |προσευχαι vaτων αγιων 9και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους 10και εποιησας αυτους τω θεω ημων βασιλεις και ιερεις και βασιλευσουσιν επι της γης 11και ειδον και ηκουσα ως φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων 12λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και τον vaπλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν 13και παν κτισμα ο |ο εστιν |εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης |εστιν vaκαι τα εν αυτοις παντας ηκουσα λεγοντας τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην 14και τα τεσσαρα ζωα λεγοντα vaτο αμην και οι πρεσβυτεροι επεσον και προσεκυνησαν
Copyright information for Byz