Revelation of John 6

1και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνη βροντης ερχου και ιδε va 2και ιδου vaιππος λευκος και ο καθημενος επ αυτον εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθεν νικων και ινα νικηση 3και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντος ερχου 4και εξηλθεν αλλος ιππος πυρος vaκαι τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ της γης ινα αλληλους σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη 5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντος ερχου και ιδε | | |και ιδου vaιππος μελας και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου 6και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεις χοινικες κριθης δηναριου και το ελαιον και τον οινον μη αδικησης 7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα του τεταρτου ζωου λεγοντος ερχου και ιδε va 8και ιδου |και ειδον και ιδου |ιππος χλωρος και ο καθημενος επανω αυτου ονομα αυτω ο θανατος και ο αδης ηκολουθει |αυτω vaκαι εδοθη αυτω εξουσια επι το τεταρτον της γης αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης 9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον 10και εκραξαν φωνη μεγαλη vaλεγοντες εως ποτε ο δεσποτης ο αγιος και αληθινος ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης 11και εδοθη αυτοις εκαστω | |στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσωνται ετι χρονον |εως |εως ου |πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων |και vaοι μελλοντες αποκτενεσθαι ως και αυτοι 12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμος μεγας εγενετο και ο ηλιος μελας εγενετο ως σακκος τριχινος και η σεληνη ολη vaεγενετο ως αιμα 13και οι αστερες του ουρανου επεσον εις την γην ως συκη βαλουσα vaτους ολυνθους αυτης υπο ανεμου μεγαλου σειομενη 14και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον vaκαι παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν 15και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και ελευθερος vaεκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων 16και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου vaκαι απο της οργης του αρνιου 17οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου και τις δυναται σταθηναι
Copyright information for Byz