Revelation of John 8

και οτε ηνοιξεν την σφραγιδα την εβδομην εγενετο σιγη εν τω ουρανω ως ημιωριον και ειδον τους επτα αγγελους οι ενωπιον του θεου εστηκασιν και εδοθησαν αυτοις επτα σαλπιγγες και αλλος αγγελος ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωση vaταις προσευχαις των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του θεου και ειληφεν ο αγγελος τον λιβανωτον και εγεμισεν αυτον εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γην και εγενοντο βρονται και φωναι vaκαι αστραπαι και σεισμος και οι επτα αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν εαυτους ινα σαλπισωσιν και ο πρωτος εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι και εβληθη εις την γην και το τριτον της γης κατεκαη και το τριτον των δενδρων κατεκαη και πας χορτος χλωρος κατεκαη και ο δευτερος αγγελος εσαλπισεν και ως ορος μεγα καιομενον εβληθη εις την θαλασσαν και εγενετο το τριτον της θαλασσης αιμα και απεθανεν το τριτον των κτισματων εν τη θαλασση τα εχοντα ψυχας και το τριτον των πλοιων διεφθαρη 10 και ο τριτος αγγελος εσαλπισεν και επεσεν εκ του ουρανου αστηρ μεγας καιομενος ως λαμπας και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας των υδατων 11 και το ονομα του αστερος λεγεται ο αψινθος και εγενετο το τριτον των υδατων εις αψινθον και πολλοι των ανθρωπων απεθανον εκ των υδατων οτι επικρανθησαν 12 και ο τεταρτος αγγελος εσαλπισεν και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και το τριτον αυτης μη φανη η ημερα vaκαι η νυξ ομοιως 13 και ειδον και ηκουσα ενος αετου πετομενου εν μεσουρανηματι λεγοντος φωνη μεγαλη ουαι ουαι ουαι τοις κατοικουσιν vaεπι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν
Copyright information for Byz