Revelation of John 9

και ο πεμπτος αγγελος εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εις την γην και εδοθη αυτω η κλεις του φρεατος της αβυσσου και ηνοιξεν το φρεαρ της αβυσσου vaκαι ανεβη καπνος εκ του φρεατος ως καπνος καμινου καιομενης και εσκοτισθη ο ηλιος και ο αηρ εκ του καπνου του φρεατος και εκ του καπνου εξηλθον ακριδες εις την γην και εδοθη αυταις εξουσια ως εχουσιν εξουσιαν οι σκορπιοι της γης και ερρεθη αυταις ινα μη αδικησωσιν τον χορτον της γης ουδε παν χλωρον ουδε παν δενδρον ει μη τους ανθρωπους οιτινες ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων αυτων και εδοθη αυταις ινα μη αποκτεινωσιν αυτους αλλ ινα βασανισθωσιν μηνας πεντε και ο βασανισμος αυτων ως βασανισμος σκορπιου οταν παιση ανθρωπον και εν ταις ημεραις εκειναις ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευξεται απ αυτων ο θανατος και τα ομοιωματα των ακριδων ομοια ιπποις ητοιμασμενοις εις πολεμον και επι τας κεφαλας αυτων ως στεφανοι χρυσοι και τα προσωπα αυτων ως προσωπα ανθρωπων και ειχον τριχας ως τριχας γυναικων και οι οδοντες αυτων ως λεοντων ησαν και ειχον θωρακας ως θωρακας σιδηρους και η φωνη των πτερυγων αυτων ως φωνη αρματων ιππων πολλων τρεχοντων εις πολεμον 10 και εχουσιν ουρας ομοιας σκορπιοις και κεντρα και | |εν ταις ουραις αυτων |εξουσιαν εχουσιν του vaαδικησαι τους ανθρωπους μηνας πεντε 11 εχουσαι βασιλεα επ αυτων αγγελον της αβυσσου ονομα αυτω εβραιστι αββαδων εν δε τη ελληνικη ονομα εχει απολλυων 12 η ουαι η μια απηλθεν ιδου ερχεται ετι δυο ουαι μετα ταυτα 13 και ο εκτος αγγελος εσαλπισεν και ηκουσα φωνην μιαν εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου 14 λεγουσαν vaτω εκτω αγγελω ο εχων την σαλπιγγα λυσον τους τεσσαρας αγγελους τους δεδεμενους επι τω ποταμω τω μεγαλω ευφρατη 15 και ελυθησαν οι τεσσαρες αγγελοι οι ητοιμασμενοι εις την ωραν και εις vaτην ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων 16 και ο αριθμος των στρατευματων του ιππου vaμυριαδες μυριαδων ηκουσα τον αριθμον αυτων 17 και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ αυτων εχοντας θωρακας πυρινους και υακινθινους και θειωδεις και αι κεφαλαι των ιππων ως κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνος και θειον 18 απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων απο vaτου πυρος και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων 19 η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταις ουραις αυτων αι γαρ ουραι αυτων ομοιαι οφεων vaεχουσαι κεφαλας και εν αυταις αδικουσιν 20 και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταις πληγαις ταυταις ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα | |και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν |δυναται vaουτε ακουειν ουτε περιπατειν 21 και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων vaαυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλεμματων αυτων
Copyright information for Byz