Romans 16

συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν διακονον της εκκλησιας της εν κεγχρεαις ινα αυτην προσδεξησθε εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατις πολλων εγενηθη και αυτου εμου ασπασασθε πρισκαν vaκαι ακυλαν τους συνεργους μου εν χριστω ιησου οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου ος εστιν απαρχη της αχαιας εις χριστον ασπασασθε μαριαμ ητις πολλα εκοπιασεν εις ημας ασπασασθε ανδρονικον και ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις οι και προ εμου γεγονασιν εν χριστω ασπασασθε αμπλιαν τον αγαπητον μου εν κυριω ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου 10 ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τους εκ των αριστοβουλου 11 ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τους εκ των ναρκισσου τους οντας εν κυριω 12 ασπασασθε τρυφαιναν και τρυφωσαν τας κοπιωσας εν κυριω ασπασασθε περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω 13 ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου 14 ασπασασθε ασυγκριτον φλεγοντα ερμαν πατροβαν ερμην και τους συν αυτοις αδελφους 15 ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τους συν αυτοις παντας αγιους 16 ασπασασθε αλληλους εν φιληματι αγιω ασπαζονται υμας αι εκκλησιαι του χριστου 17 παρακαλω δε υμας αδελφοι σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας και εκκλινατε απ αυτων 18 οι γαρ τοιουτοι τω κυριω ημων ιησου χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων 19 η γαρ υμων υπακοη εις παντας αφικετο χαιρω ουν το εφ υμιν θελω δε υμας σοφους μεν ειναι εις το αγαθον ακεραιους δε εις το κακον 20 ο δε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων 21 ασπαζονται υμας τιμοθεος ο συνεργος μου και λουκιος και ιασων και σωσιπατρος οι συγγενεις μου 22 ασπαζομαι υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω 23 ασπαζεται υμας γαιος ο ξενος μου και της εκκλησιας ολης ασπαζεται υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος 24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
Copyright information for Byz