Luke 14:25

(ESV)
Now great crowds accompanied him, and he turned and said to them,
(SBLG)
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
(THGNT)
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·

Luke 14:26

(ESV)
If anyone comes to me and does not hate his own father and mother and wife and children and brothers and sisters yes, and even his own life, he cannot be my disciple.
(SBLG)
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ ⸃, οὐ δύναται εἶναί μου μαθητής ⸃.
(THGNT)
εἴ τις ἔρχεται πρός με καὶ οὐ μεισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής.

Luke 14:27

(ESV)
Whoever does not bear his own cross and come after me cannot be my disciple.
(SBLG)
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
(THGNT)
ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Copyright information for ESV, SBLG, THGNT