1 Samuel 18

και εξηλθον αι χορευουσαι εις συναντησιν Δαυιδ εκ πασων πολεων ισραηλ εν τυμπανοις και εν χαρμοσυνη και εν κυμβαλοις και εξηρχον αι γυναικες και ελεγον επαταξεν Σαουλ εν χιλιασιν αυτου και Δαυιδ εν μυριασιν αυτου και πονηρον εφανη το ρημα εν οφθαλμοις Σαουλ περι του λογου τουτου και ειπεν τω Δαυιδ εδωκαν τας μυριαδας και εμοι εδωκαν τας χιλιαδας και ην Σαουλ υποβλεπομενος τον Δαυιδ απο της ημερας εκεινης και επεκεινα 10  12 και εφοβηθη Σαουλ απο προσωπου Δαυιδ 13 και απεστησεν αυτον απ αυτου και κατεστησεν αυτον εαυτω χιλιαρχον και εξεπορευετο και εισεπορευετο εμπροσθεν του λαου 14 και ην Δαυιδ εν πασαις ταις οδοις αυτου συνιων και κυριος μετ αυτου 15 και ειδεν Σαουλ ως αυτος συνιει σφοδρα και ευλαβειτο απο προσωπου αυτου 16 και πας ισραηλ και ιουδας ηγαπα τον Δαυιδ οτι αυτος εξεπορευετο και εισεπορευετο προ προσωπου του λαου 17  20 και ηγαπησεν μελχολ η θυγατηρ Σαουλ τον Δαυιδ και απηγγελη Σαουλ και ηυθυνθη εν οφθαλμοις αυτου 21 και ειπεν Σαουλ δωσω αυτην αυτω και εσται αυτω εις σκανδαλον και ην επι Σαουλ χειρ αλλοφυλων 22 και ενετειλατο Σαουλ τοις παισιν αυτου λεγων λαλησατε υμεις λαθρα τω Δαυιδ λεγοντες ιδου ο βασιλευς θελει εν σοι και παντες οι παιδες αυτου αγαπωσιν σε και συ επιγαμβρευσον τω βασιλει 23 και ελαλησαν οι παιδες Σαουλ εις τα ωτα Δαυιδ τα ρηματα ταυτα και ειπεν Δαυιδ ει κουφον εν οφθαλμοις υμων επιγαμβρευσαι βασιλει καγω ανηρ ταπεινος και ουχι ενδοξος 24 και απηγγειλαν οι παιδες Σαουλ αυτω κατα τα ρηματα ταυτα α ελαλησεν Δαυιδ 25 και ειπεν Σαουλ ταδε ερειτε τω Δαυιδ ου βουλεται ο βασιλευς εν δοματι αλλ η εν εκατον ακροβυστιαις αλλοφυλων εκδικησαι εις εχθρους του βασιλεως και Σαουλ ελογισατο αυτον εμβαλειν εις χειρας των αλλοφυλων 26 και απαγγελλουσιν οι παιδες Σαουλ τω Δαυιδ τα ρηματα ταυτα και ευθυνθη ο λογος εν οφθαλμοις Δαυιδ επιγαμβρευσαι τω βασιλει 27 και ανεστη Δαυιδ και επορευθη αυτος και οι ανδρες αυτου και επαταξεν εν τοις αλλοφυλοις εκατον ανδρας και ανηνεγκεν τας ακροβυστιας αυτων τω βασιλει και επιγαμβρευεται τω βασιλει και διδωσιν αυτω την μελχολ θυγατερα αυτου αυτω εις γυναικα 28 και ειδεν Σαουλ οτι κυριος μετα Δαυιδ και πας ισραηλ ηγαπα αυτον 29 και προσεθετο ευλαβεισθαι απο Δαυιδ ετι 30 
Copyright information for LXX