Daniel 3

Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ δειρα ἐν χώρᾳ βαβυλωνος καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους, καὶ τοὺς στρατηγούς, καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ βασιλεὺς καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ' ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος. ἧς ἔστησεν ναβουχοδονοσορ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος, ἧς ἔστησεν ναβουχοδονοσορ καὶ κῆρυξ ἐβόα ἐν ἰσχύι Ὑμῖν λέγεται, λαοὶ φυλαί, γλῶσσαι· ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγος τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησεν Ναβουχοδονοσορ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαὶ γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησεν Ναβουχοδονοσορ, βασιλεύς. τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους τῷ βασιλεῖ ναβουχοδονοσορ βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· 10 σύ, βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, 11 καὶ μὴ πεσὼν προσκυνήσῃ, τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· 12 εἰσὶν ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας βαβυλωνος Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησας, οὐ προσκυνοῦσιν. 13 τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ, καὶ Αβδεναγω· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως. 14 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς ει ἀληθῶς, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησα, οὐ προσκυνεῖτε; 15 νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσητε τῇ εἰκόνι ἐποίησα· ἐὰν δὲ μή προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιν θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; 16 καὶ ἀπεκρίθησαν Σεδραχ, Μισαχ, Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι· 17 ἔστιν γὰρ θεὸς ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός, τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· 18 καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἔστησας, οὐ προσκυνοῦμεν. 19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ, καὶ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη, ἐπὶ σεδραχ μισαχ καὶ αβδεναγω καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ· 20 καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ, Μισαχ, καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. 21 τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης. 22 ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν, καὶ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. 23 καὶ οἱ τρεῖς οὗτοι σεδραχ μισαχ καὶ αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι.
LXX: Dan.3:24
καὶ περιεπατουν εν μεσω τῆς φλογος υμνουντες τὸν θεον και ευλογουντες τον κυριον
24 
LXX: Dan.3:91
καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ Καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ ουχι ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ αληθως βασιλεῦ.
25 
LXX: Dan.3:92
καὶ εἶπεν βασιλεύς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.
26 
LXX: Dan.3:93
τότε προσῆλθεν ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρός. [τῆς] καιομένης καὶ εἶπεν Σεδραχ, Μισαχ, Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον σεδραχ μισαχ αβδεναγω ἐκ μέσου τοῦ πυρός.
27 
LXX: Dan.3:94
καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.
28 
LXX: Dan.3:95
καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν Εὐλογητὸς θεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ' τῷ θεῷ αὐτῶν·
29 
LXX: Dan.3:96
καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πας λαός, φυλή, γλῶσσα, ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.
30 
LXX: Dan.3:97
τότε βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐν τῇ χώρᾳ βαβυλωνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν ιουδαιων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Copyright information for LXX