Daniel 7

εν ἔτει πρώτῳ Βαλτασαρ βασιλέως χαλδαιων Δανιηλ ἐνύπνιον εἶδεν, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ· ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ τὸ ἐνύπνιον ἔγραψεν εγω δανιηλ ἐθεώρουν ἐν ὁράματί μου τῆς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην. καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλων. τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῇ. ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἐν ἐστάθη, καὶ τρία πλευρὰ ἓν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς καὶ οὕτως ἔλεγον αὐτῇ αναστηθι φάγε σάρκας πολλάς. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερόν, καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ μεγάλοι, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία· τὰ ἔμπροσθεν αὐτοῦ καὶ κέρατα δέκα, αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ. καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ, ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἓν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα, ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκὸν καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· 10 ποταμὸς πυρός, εἷλκεν ἔμπροσθεν αὐτοῦ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. 11 ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. 12 καὶ τῶν λοιπῶν θηρίων ἀρχὴ μετεστάθη, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ. καὶ καιροῦ 13 ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. 14 καὶ αὐτῷ ἐδόθη ἀρχὴ καὶ τιμὴ καὶ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἐξουσία, αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ βασιλεία, αὐτοῦ, οὐ διαφθαρήσεται. 15 ἔφριξεν τὸ πνεῦμά μου, ἐν τῇ ἕξει μου ἐγὼ Δανιηλ καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. 16 καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ περὶ πάντων τούτων. καὶ εἶπέν μοι τὴν ἀκρίβειαν καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέν μοι 17 Ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι, ἀναστήσονται ἐπὶ τῆς γῆς· αἳ ἀρθήσονται· 18 καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων. 19 καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου ὅτι ἦν διάφορον παρὰ πᾶν θηρίον φοβερὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, 20 καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, κέρας ἐκεῖνο οἱ ὀφθαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. 21 ἐθεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτοὺς 22 ἕως οὗ ἦλθεν παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. 23 καὶ εἶπεν τὸ θηρίον το τέταρτον, βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει. 24 καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει· 25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. 26 καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. 27 καὶ βασιλεία καὶ ἐξουσία καὶ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου καὶ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται. 28 ἕως ὧδε τὸ πέρας τοῦ λόγου ἐγὼ Δανιηλ ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με, καὶ μορφή μου ἠλλοιώθη ἐπ' ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα.
Copyright information for LXX