Job 23

Ὑπολαβὼν δὲ Ιωβ λέγει καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἔλεγξίς ἐστιν, Καὶ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. τίς δ' ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· γνῴην δὲ ῥήματα, μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα; ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ οψομαι 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω. 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ἀντειπὼν αὐτῷ; γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 14  15 διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.
LXX: Job.23:15 #A
επι τουτω απο προσωπου αυτου κατασπουδασθω κατανοησω και πτοηθησομαι εξ αυτου
16 κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, δὲ παντοκράτωρ ἐσπούδασέν με. 17 οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.
Copyright information for LXX