Job 25

Ὑπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει Τί γὰρ προοίμιον φόβος παρ' αὐτοῦ, ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
Copyright information for LXX