Job 41

LXX: Job.40:25
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ;
LXX: Job.40:26
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
LXX: Job.40:27
λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
LXX: Job.40:28
θήσεται δὲ διαθήκην μετὰ σοῦ, λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
LXX: Job.40:29
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
LXX: Job.40:30
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη;
LXX: Job.40:31
πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν ουρας αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αυτου
LXX: Job.40:32
ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
LXX: Job.41:1
οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;
10 
LXX: Job.41:2
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ἐμοὶ ἀντιστάς;
11 
LXX: Job.41:3
τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ὑπ' οὐρανὸν ἐμή ἐστιν;
12 
LXX: Job.41:4
οὐ σιωπήσομαι δι' αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αυτου
13 
LXX: Job.41:5
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
14 
LXX: Job.41:6
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
15 
LXX: Job.41:7
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
16 
LXX: Job.41:8
εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
17 
LXX: Job.41:9
ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ αποσπασθωσιν
18 
LXX: Job.41:10
ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
19 
LXX: Job.41:11
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·
20 
LXX: Job.41:12
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων·
21 
LXX: Job.41:13
ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.
22 
LXX: Job.41:14
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια.
23 
LXX: Job.41:15
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ' αὐτόν, οὐ σαλευθησεται
24 
LXX: Job.41:16
καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
25 
LXX: Job.41:17
στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις.
26 
LXX: Job.41:18
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θωρακα
27 
LXX: Job.41:19
ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν·
28 
LXX: Job.41:20
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον, ἥγηται μὲν πετροβόλον χόρτον·
29 
LXX: Job.41:21
ὡς καλάμη ἐλογίσθησαν σφῦραι, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου.
30 
LXX: Job.41:22
στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.
31 
LXX: Job.41:23
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον,
32 
LXX: Job.41:24
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περιπατον
33 
LXX: Job.41:25
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·
34 
LXX: Job.41:26
πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.
Copyright information for LXX