Malachi 4

LXX: Mal.3:19
διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡμέρα ἐρχομένη, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.
LXX: Mal.3:20
καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.
LXX: Mal.3:21
καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ.
LXX: Mal.3:24 μνήσθητε Μωυσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα Μωυσῆ~μωυση τοῦ~του δούλου~δουλου μου,~μου καθότι~καθοτι ἐνετειλάμην~ενετειλαμην αὐτῷ~αυτω ἐν~εν Χωρηβ~χωρηβ πρὸς~προς πάντα~παντα τὸν~τον Ισραηλ~ισραηλ προστάγματα~προσταγματα καὶ=και δικαιώματα.=δικαιωματα
LXX: Mal.3:22
καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,
LXX: Mal.3:23
ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.
Copyright information for LXX