Psalms 109

LXX: Psa.108:1
Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
LXX: Psa.108:2
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ
LXX: Psa.108:3
καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.
LXX: Psa.108:4
ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην·
LXX: Psa.108:5
καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
LXX: Psa.108:6
κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
LXX: Psa.108:7
ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
LXX: Psa.108:8
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
LXX: Psa.108:9
γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ γυνὴ αὐτοῦ χήρα·
10 
LXX: Psa.108:10
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
11 
LXX: Psa.108:11
ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
12 
LXX: Psa.108:12
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
13 
LXX: Psa.108:13
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
14 
LXX: Psa.108:14
ἀναμνησθείη ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
15 
LXX: Psa.108:15
γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
16 
LXX: Psa.108:16
ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
17 
LXX: Psa.108:17
καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.
18 
LXX: Psa.108:18
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
19 
LXX: Psa.108:19
γενηθήτω αὐτῷ ὡς ἱμάτιον, περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
20 
LXX: Psa.108:20
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
21 
LXX: Psa.108:21
καὶ σύ, κύριε κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ονοματος σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.
22 
LXX: Psa.108:22
ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ καρδία μου. τετάρακται ἐντός μου
23 
LXX: Psa.108:23
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
24 
LXX: Psa.108:24
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.
25 
LXX: Psa.108:25
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
26 
LXX: Psa.108:26
βοήθησόν μοι, κύριε θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου,
27 
LXX: Psa.108:27
καὶ γνώτωσαν ὅτι χείρ σου αὕτη καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
28 
LXX: Psa.108:28
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, δὲ δοῦλός σου εὐφρανθήσεται.
29 
LXX: Psa.108:29
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν.
30 
LXX: Psa.108:30
ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
31 
LXX: Psa.108:31
ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
Copyright information for LXX